Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

NOVAVULGATA

Nova Vulgata

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

Nova Vulgata - Vetus Testamentum - Iudicum - 7

Iudicum

Nova Vulgata Torna al libro

AT greco

Nova Vulgata 7 7,1Igitur Ierobbaal, qui et Gedeon, de nocte consurgens et omnis populus cum eo castrametati sunt ad fontem, qui vocatur Harad. Erant autem castra Madian in valle ad septentrionalem plagam collis Moreh.
AT greco GdcB7,1καὶ ὤρθρισεν Ιαρβαλ αὐτός ἐστιν Γεδεων καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Αραδ καὶ παρεμβολὴ Μαδιαμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβααθ Αμωρα ἐν κοιλάδι
GdcA7,1καὶ ὤρθρισεν Ιεροβααλ αὐτός ἐστιν Γεδεων καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ παρενέβαλεν ἐπὶ τὴν γῆν Αρωεδ καὶ παρεμβολὴ Μαδιαμ καὶ Αμαληκ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ τοῦ βουνοῦ τοῦ Αβωρ ἐν τῇ κοιλάδι
Nova Vulgata
7,2Dixitque Dominus ad Gedeon: «Maior tecum est populus, quam ut tradatur Madian in manus eius, ne glorietur contra me Israel et dicat: “Meis viribus liberatus sum”.
AT greco GdcB7,2καὶ εἶπεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Ισραηλ ἐπ’ ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με
GdcA7,2καὶ εἶπεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Ισραηλ ἐπ’ ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με
Nova Vulgata Loquere ad populum et, cunctis audientibus, praedica: “Qui formidolosus et timidus est, revertatur et recedat de monte Gelboe”». Et reversa sunt ex populo viginti duo milia virorum; et tantum decem milia remanserunt.
3 Gelboe - Lege haggilbōa (cfr. 1Sam 31,1); TM «Galaad» (haggilad)
AT greco GdcB7,3καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων τίς ὁ φοβούμενος καὶ δειλός ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν
GdcA7,3καὶ εἶπεν κύριος πρὸς αὐτόν λάλησον δὴ εἰς τὰ ὦτα τοῦ λαοῦ λέγων τίς δειλὸς καὶ φοβούμενος ἀποστραφήτω καὶ ἐξώρμησαν ἀπὸ τοῦ ὄρους τοῦ Γαλααδ καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν
Nova Vulgata
7,4Dixitque Dominus ad Gedeon: «Adhuc populus multus est; duc eos ad aquas, et ibi probabo illos, et, de quo dixero tibi ut tecum vadat, ipse pergat; quem ire prohibuero, revertatur».
AT greco GdcB7,4καὶ εἶπεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται σὺν σοί αὐτὸς πορεύσεται σὺν σοί καὶ πᾶν ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ
GdcA7,4καὶ εἶπεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατάγαγε αὐτοὺς εἰς τὸ ὕδωρ καὶ δοκιμῶ αὐτούς σοι ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται μετὰ σοῦ αὐτὸς πορεύσεται μετὰ σοῦ καὶ ὃν ἐὰν εἴπω σοι ὅτι οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ
Nova Vulgata 7,5Cumque deduxisset populum ad aquas, dixit Dominus ad Gedeon: «Qui lingua lambuerint aquas, sicut solent canes lambere, separabis eos seorsum; qui autem curvatis genibus biberint, in altera parte erunt».
AT greco GdcB7,5καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς Γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν
GdcA7,5καὶ κατεβίβασεν τὸν λαὸν εἰς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς Γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἐκ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἂν κάμψῃ ἐπὶ τὰ γόνατα αὐτοῦ τοῦ πιεῖν μεταστήσεις αὐτὸν καθ’ αὑτόν
Nova Vulgata 7,6Fuit itaque numerus eorum, qui manu ad os proiciente aquas lambuerant, trecenti viri; omnis autem reliqua multitudo flexo poplite biberat. 
AT greco GdcB7,6καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ
GdcA7,6καὶ ἐγένετο πᾶς ὁ ἀριθμὸς τῶν λαψάντων ἐν τῇ γλώσσῃ αὐτῶν τριακόσιοι ἄνδρες καὶ πᾶς ὁ ἐπίλοιπος τοῦ λαοῦ ἔκαμψαν ἐπὶ τὰ γόνατα αὐτῶν τοῦ πιεῖν ὕδωρ
Nova Vulgata 7,7Et ait Dominus ad Gedeon: «In trecentis viris, qui lambuerunt aquas, liberabo vos et tradam Madian in manu tua; omnis autem reliqua multitudo revertatur in locum suum».
AT greco GdcB7,7καὶ εἶπεν κύριος πρὸς Γεδεων ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
GdcA7,7καὶ εἶπεν κύριος πρὸς Γεδεων ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ παραδώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πᾶς ὁ λαὸς ἀποτρεχέτω ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
Nova Vulgata 7,8Sumptis itaque pro numero cibariis et tubis, omnem reliquam multitudinem abire praecepit ad tabernacula sua et ipse trecentos viros tenuit. Castra autem Madian erant subter eum in valle.
AT greco GdcB7,8καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ τὸν πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν καὶ ἡ παρεμβολὴ Μαδιαμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι
GdcA7,8καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν τῇ χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς τὸ σκήνωμα αὐτοῦ τῶν δὲ τριακοσίων ἀνδρῶν ἐκράτησεν ἡ δὲ παρεμβολὴ Μαδιαμ ἦν ὑποκάτωθεν αὐτοῦ ἐν τῇ κοιλάδι
Nova Vulgata
7,9Eadem nocte dixit Dominus ad eum: «Surge et descende in castra, quia tradidi ea in manu tua.
AT greco GdcB7,9καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου
GdcA7,9καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἀνάστα κατάβηθι τὸ τάχος ἐντεῦθεν εἰς τὴν παρεμβολήν ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου
Nova Vulgata 7,10Sin autem ire formidas, descendat tecum Phara puer tuus.
AT greco GdcB7,10καὶ εἰ φοβῇ σὺ καταβῆναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
GdcA7,10εἰ δὲ φοβῇ σὺ καταβῆναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
Nova Vulgata 7,11Et, cum audieris quid loquantur, tunc confortabuntur manus tuae, et securior ad hostium castra descendes». Descendit ergo ipse et Phara puer eius in partem castrorum, ubi erant armatorum vigiliae.
AT greco GdcB7,11καὶ ἀκούσῃ τί λαλήσουσιν καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα οἳ ἦσαν ἐν τῇ παρεμβολῇ
GdcA7,11καὶ ἀκούσῃ τί λαλοῦσιν καὶ μετὰ ταῦτα ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ εἰς μέρος τῶν πεντήκοντα τῶν ἐν τῇ παρεμβολῇ
Nova Vulgata 7,12Madian autem et Amalec et omnes orientales populi fusi iacebant in valle ut locustarum multitudo; cameli quoque innumerabiles erant sicut arena, quae iacet in litoribus maris.
AT greco GdcB7,12καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος
GdcA7,12καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν παρεμβεβλήκεισαν ἐν τῇ κοιλάδι ὡς ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλ’ ἦσαν ὥσπερ ἡ ἄμμος ἡ ἐπὶ τὸ χεῖλος τῆς θαλάσσης εἰς πλῆθος
Nova Vulgata
7,13Cumque venisset Gedeon, narrabat aliquis somnium proximo suo et dicebat: «Ecce vidi somnium, et videbatur mihi quasi subcinericius panis ex hordeo volvi et in Madian castra descendere; cumque pervenisset ad tabernaculum, percussit illud atque subvertit et terrae funditus coaequavit».
AT greco GdcB7,13καὶ ἦλθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν καὶ ἔπεσεν καὶ ἀνέστρεψεν αὐτὴν ἄνω καὶ ἔπεσεν ἡ σκηνή
GdcA7,13καὶ εἰσῆλθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγεῖτο τῷ πλησίον αὐτοῦ τὸ ἐνύπνιον καὶ εἶπεν ἰδοὺ τὸ ἐνύπνιον ὃ ἠνυπνιάσθην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου κυλιομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς Μαδιαμ καὶ ἐπάταξεν αὐτὴν καὶ κατέστρεψεν αὐτήν καὶ ἔπεσεν ἡ σκηνή
Nova Vulgata 7,14Respondit is, cui loquebatur: “Non est hoc aliud nisi gladius Gedeonis filii Ioas viri Israelitae; tradidit Deus in manu eius Madian et omnia castra eius».
AT greco GdcB7,14καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν
GdcA7,14καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη ἀλλ’ ἢ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν
Nova Vulgata
7,15Cumque audisset Gedeon somnium et interpretationem eius, adoravit et reversus ad castra Israel ait: «Surgite, tradidit enim Dominus in manus vestras castra Madian».
AT greco GdcB7,15καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιαμ
GdcA7,15καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν διήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κύριον καὶ ἐπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιαμ
Nova Vulgata 7,16Divisitque trecentos viros in tres partes et dedit tubas in manibus eorum lagoenasque vacuas ac lampades in medio lagoenarum
AT greco GdcB7,16καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις
GdcA7,16καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν μέσῳ τῶν ὑδριῶν
Nova Vulgata 7,17et dixit ad eos: «Quod me facere videritis, hoc facite; ingrediar extremam partem castrorum, et, quod fecero, sectamini.
AT greco GdcB7,17καὶ εἶπεν πρὸς αὐτούς ἀπ’ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς καὶ ἔσται καθὼς ἂν ποιήσω οὕτως ποιήσετε
GdcA7,17καὶ εἶπεν πρὸς αὐτούς ἀπ’ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν μέσῳ τῆς παρεμβολῆς καὶ ἔσται ὡς ἐὰν ποιήσω οὕτως ποιήσετε
Nova Vulgata 7,18Quando personaverit tuba in manu mea et omnium eorum, qui mecum sunt, vos quoque per castrorum circuitum clangite et conclamate: “Domino et Gedeoni!”».
AT greco GdcB7,18καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ καὶ πάντες μετ’ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῷ Γεδεων
GdcA7,18καὶ σαλπιῶ τῇ κερατίνῃ ἐγὼ καὶ πάντες οἱ μετ’ ἐμοῦ καὶ σαλπιεῖτε ταῖς κερατίναις καὶ ὑμεῖς κύκλῳ τῆς παρεμβολῆς καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῷ Γεδεων
Nova Vulgata
7,19Ingressusque est Gedeon et trecenti viri, qui erant cum eo, extremam partem castrorum, incipientibus vigiliis noctis mediae, cum eo ipso tempore custodes mutati essent, et coeperunt bucinis clangere et conterere lagoenas.
AT greco GdcB7,19καὶ εἰσῆλθεν Γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ’ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν
GdcA7,19καὶ εἰσῆλθεν Γεδεων καὶ ἑκατὸν ἄνδρες μετ’ αὐτοῦ ἐν μέρει τῆς παρεμβολῆς ἀρχομένης τῆς φυλακῆς τῆς μεσούσης πλὴν ἐγέρσει ἤγειρεν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν
Nova Vulgata 7,20Cumque in tribus personarent turmis et hydrias confregissent, tenuerunt sinistris manibus lampades et dextris sonantes tubas clamaveruntque: «Gladius Domino et Gedeoni!»,
AT greco GdcB7,20καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων
GdcA7,20καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐλάβοντο ἐν τῇ χειρὶ τῇ ἀριστερᾷ αὐτῶν τῶν λαμπάδων καὶ ἐν τῇ χειρὶ τῇ δεξιᾷ αὐτῶν αἱ κερατίναι τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων
Nova Vulgata 7,21stantes singuli in loco suo per circuitum castrorum hostilium. Omnia itaque castra turbata sunt, et vociferantes ululantesque fugerunt.
AT greco GdcB7,21καὶ ἔστησαν ἀνὴρ ἐφ’ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμεν πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν
GdcA7,21καὶ ἔστησαν ἕκαστος καθ’ ἑαυτὸν κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμον πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον
Nova Vulgata Et insistebant trecenti viri bucinis personantes. Immisitque Dominus gladium in omnibus castris, et mutua se caede truncabant fugientes usque Bethsetta, Sareda et crepidinem Abelmehula in Tebbath.
22 Sareda - Lege cum nonnullis mss edātāh; TM erērātah
AT greco GdcB7,22καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτα Γαραγαθα ἕως χείλους Αβωμεουλα ἐπὶ Ταβαθ
GdcA7,22καὶ ἐσάλπισαν αἱ τριακόσιαι κερατίναι καὶ ἔθετο κύριος μάχαιραν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ καὶ ἐν ὅλῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως τῆς Βαιθασεττα καὶ συνηγμένη ἕως χείλους Αβελμεουλα καὶ ἐπὶ Ταβαθ
Nova Vulgata
7,23Convocati autem viri Israel de Nephthali et Aser et omni Manasse persequebantur Madian.
AT greco GdcB7,23καὶ ἐβόησαν ἀνὴρ Ισραηλ ἀπὸ Νεφθαλι καὶ ἀπὸ Ασηρ καὶ ἀπὸ παντὸς Μανασση καὶ ἐδίωξαν ὀπίσω Μαδιαμ
GdcA7,23καὶ ἐβόησεν ἀνὴρ Ισραηλ ἐκ Νεφθαλιμ καὶ ἐξ Ασηρ καὶ ἐκ παντὸς Μανασση καὶ κατεδίωξαν ὀπίσω Μαδιαμ
Nova Vulgata 7,24Misitque Gedeon nuntios in omnem montem Ephraim dicens: «Descendite in occursum Madian et occupate aquas usque Bethbera atque Iordanem». Omnis Ephraim praeoccupavit aquas usque Bethbera atque Iordanem.
AT greco GdcB7,24καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην
GdcA7,24καὶ ἀγγέλους ἐξαπέστειλεν Γεδεων ἐν παντὶ ὁρίῳ Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην
Nova Vulgata 7,25Apprehensosque duos principes Madian Oreb et Zeb interfecit Oreb in Petra Oreb, Zeb vero in Torculari Zeb; et persecuti sunt Madian capita Oreb et Zeb portantes ad Gedeon trans fluenta Iordanis.
AT greco GdcB7,25καὶ συνέλαβον τοὺς ἄρχοντας Μαδιαμ καὶ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουρ καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηφ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἀπὸ πέραν τοῦ Ιορδάνου
GdcA7,25καὶ συνέλαβον τοὺς δύο ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουριν καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηβ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἐκ τοῦ πέραν τοῦ Ιορδάνου