Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

NOVAVULGATA

Nova Vulgata

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

Nova Vulgata - Vetus Testamentum - Iudicum - 12

Iudicum

Nova Vulgata Torna al libro

AT greco

Nova Vulgata 12 12,1Ecce autem convocatus vir Ephraim transiit contra aquilonem, et dixerunt ad Iephte: «Quare vadens ad pugnam contra filios Ammon vocare nos noluisti, ut pergeremus tecum? Igitur incendemus domum tuam super te».
AT greco GdcB12,1καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεφθαε διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί
GdcA12,1καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἦλθον εἰς Σεφινα καὶ εἶπον πρὸς Ιεφθαε τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί
Nova Vulgata 12,2Quibus ille respondit: «Disceptatio erat mihi et populo meo contra filios Ammon vehemens, vocavique vos, ut mihi praeberetis auxilium, et facere noluistis.
AT greco GdcB12,2καὶ εἶπεν Ιεφθαε πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα καὶ ἐβόησα ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν
GdcA12,2καὶ εἶπεν πρὸς αὐτοὺς Ιεφθαε ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα καὶ ἐβόησα πρὸς ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν
Nova Vulgata 12,3Quod cernens posui in manibus meis animam meam transivique ad filios Ammon, et tradidit eos Dominus in manus meas. Quid commerui, ut hodie adversum me consurgatis in proelium?».
AT greco GdcB12,3καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ’ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί
GdcA12,3καὶ εἶδον ὅτι οὐκ ἦν ὁ σῴζων καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί
Nova Vulgata
12,4Vocatis itaque ad se cunctis viris Galaad, pugnabat contra Ephraim. Percusseruntque viri Galaad Ephraim, quia dixerat: «Fugitivi de Ephraim estis; Galaad habitat in medio Ephraim et Manasse».
AT greco GdcB12,4καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῷ Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασῳζόμενοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ τοῦ Εφραιμ καὶ ἐν μέσῳ τοῦ Μανασση
GdcA12,4καὶ συνήθροισεν Ιεφθαε πάντας τοὺς ἄνδρας Γαλααδ καὶ ἐπολέμει τὸν Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ Εφραιμ καὶ ἐν μέσῳ Μανασση
Nova Vulgata 12,5Occupaveruntque Galaaditae vada Iordanis, per quae Ephraim reversurus erat. Cumque venisset ad ea de Ephraim numero fugiens atque dixisset: «Obsecro, ut me transire permittatis», dicebant ei Galaaditae: «Numquid Ephrathaeus es?». Quo dicente: «Non sum»,
AT greco GdcB12,5καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ Εφραθίτης εἶ καὶ εἶπεν οὔ
GdcA12,5καὶ προκατελάβοντο ἄνδρες Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ ὑμεῖς ἐκ τοῦ Εφραιμ καὶ εἶπαν οὔκ ἐσμεν
Nova Vulgata 12,6interrogabant eum: «Dic ergo: Scibboleth» (quod interpretatur Spica). Qui respondebat: «Sibboleth», illud recte exprimere non valens. Statimque apprehensum iugulabant in ipso Iordanis transitu. Et ceciderunt in illo tempore de Ephraim quadraginta duo milia.
AT greco GdcB12,6καὶ εἶπαν αὐτῷ εἰπὸν δὴ στάχυς καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ιορδάνου καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Εφραιμ τεσσαράκοντα δύο χιλιάδες
GdcA12,6καὶ εἶπαν αὐτοῖς εἴπατε δὴ σύνθημα καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες
Nova Vulgata
Iudicavitque Iephte Galaadites Israel sex annis et mortuus est ac sepultus in civitate sua in Galaad.
7 In civitate sua - Lege cum Gr et Vg beî; TM «in civitatibus»
AT greco GdcB12,7καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ
GdcA12,7καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἓξ ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλααδ
Nova Vulgata
12,8Post hunc iudicavit Israel Abesan de Bethlehem.
AT greco GdcB12,8καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ
GdcA12,8καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Εσεβων ἐκ Βαιθλεεμ
Nova Vulgata 12,9Qui habuit triginta filios et totidem filias emittens foras maritis dedit; et eiusdem numeri filiis suis accepit uxores forinsecus. Qui septem annis iudicavit Israel;
AT greco GdcB12,9καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἃς ἐξαπέστειλεν ἔξω καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη
GdcA12,9καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη
Nova Vulgata 12,10mortuusque est ac sepultus in Bethlehem.
AT greco GdcB12,10καὶ ἀπέθανεν Αβαισαν καὶ ἐτάφη ἐν Βαιθλεεμ
GdcA12,10καὶ ἀπέθανεν Εσεβων καὶ ἐτάφη ἐν Βηθλεεμ
Nova Vulgata
12,11Cui successit Ahialon Zabulonites et iudicavit Israel decem annis;
AT greco GdcB12,11καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη
GdcA12,11καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αιλων ὁ Ζαβουλωνίτης καὶ ἔκρινεν τὸν Ισραηλ δέκα ἔτη
Nova Vulgata 12,12mortuusque est ac sepultus in Ahialon terrae Zabulon.
AT greco GdcB12,12καὶ ἀπέθανεν Αιλωμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αιλωμ ἐν γῇ Ζαβουλων
GdcA12,12καὶ ἀπέθανεν Αιλων ὁ Ζαβουλωνίτης ἐν Αιλιμ καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλων
Nova Vulgata
12,13Post hunc iudicavit Israel Abdon filius Illel Pharathonites.
AT greco GdcB12,13καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης
GdcA12,13καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης
Nova Vulgata 12,14Qui habuit quadraginta filios et triginta ex eis nepotes ascendentes super septuaginta pullos asinarum. Et iudicavit Israel octo annis;
AT greco GdcB12,14καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη
GdcA12,14καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη
Nova Vulgata 12,15mortuusque est ac sepultus in Pharathon terrae Ephraim in monte Amalecite.
AT greco GdcB12,15καὶ ἀπέθανεν Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθωμ ἐν γῇ Εφραιμ ἐν ὄρει τοῦ Αμαληκ
GdcA12,15καὶ ἀπέθανεν Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθων ἐν γῇ Εφραιμ ἐν ὄρει Λανακ