Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
15
18
19
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - Giosuè A (Codice Alessandrino) - 19

Giosuè A (Codice Alessandrino)

AT greco Torna al libro

NT greco

AT greco 19 19,1καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ δεύτερος τῷ Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρου υἱῶν Ιουδα
AT greco 19,2καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαβεε καὶ Μωλαδα
AT greco 19,3καὶ Ασερσουαλ καὶ Βαθουλ καὶ Βωλα καὶ Ασομ
AT greco 19,4καὶ Ελθουλαδ καὶ Ερμα
AT greco 19,5καὶ Σεκελα καὶ Βαιθαμμαρχαβωθ καὶ Ασερσουσιμ
AT greco 19,6καὶ Βαιθλαβαθ καὶ οἱ ἀγροὶ αὐτῶν πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν
AT greco 19,7Αιν καὶ Ρεμμων καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν
AT greco 19,8αἱ περικύκλῳ τῶν πόλεων τούτων ἕως Βααλεθβηρραμωθ πορευομένων Ιαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν
AT greco 19,9ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων ὅτι ἐγενήθη μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν
AT greco 19,10καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν καὶ ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἕως Σαριδ
AT greco 19,11τὰ ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραλα καὶ συνάψει ἐπὶ Δαβασθαι εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον Ιεκναμ
AT greco 19,12καὶ ἀναστρέψει ἀπὸ Σαριδ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Σαμς ἐπὶ τὰ ὅρια Χασαλωθ Θαβωρ καὶ διελεύσεται ἐπὶ Δαβραθ καὶ προσαναβήσεται ἐπὶ Ιαφαγαι
AT greco 19,13καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεθθα ἐπὶ πόλιν Κασιμ καὶ διελεύσεται ἐπὶ Ρεμμων Αμμαθαριμ Αννουα
AT greco 19,14καὶ περιελεύσεται ἐπὶ τὰ ὅρια βορρᾶ ἐπὶ Ενναθωθ καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιιεφθαηλ
AT greco 19,15καὶ Κατταθ καὶ Νααλωλ καὶ Σεμρων καὶ Ιαδηλα καὶ Βαιθλεεμ
AT greco 19,16αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν αἱ πόλεις αὗται καὶ αἱ κῶμαι αὐτῶν
AT greco 19,17καὶ τῷ Ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος
AT greco 19,18καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιεζραελ καὶ Αχασελωθ καὶ Σουναμ
AT greco 19,19καὶ Αφεραϊμ καὶ Σιαν καὶ Ρεναθ καὶ Αναρεθ
AT greco 19,20καὶ Ραββωθ καὶ Κεσιων καὶ Αεμε
AT greco 19,21καὶ Ραμαθ καὶ Ηνγαννιμ καὶ Ηναδδα καὶ Βαιθφασης
AT greco 19,22καὶ συνάψει τὰ ὅρια ἐπὶ Θαβωθ καὶ ἐπὶ Σασιμα κατὰ θάλασσαν καὶ Βαιθσμας καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων αὐτῶν ὁ Ιορδάνης
AT greco 19,23αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν αἱ πόλεις καὶ αἱ ἐπαύλεις αὐτῶν
AT greco 19,24καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ κατὰ δήμους αὐτῶν
AT greco 19,25καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Χελκαθ καὶ Οολι καὶ Βατνε καὶ Αχσαφ
AT greco 19,26καὶ Αμαδ καὶ Μασαλ καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιωρ καὶ Λαβαναθ
AT greco 19,27καὶ ἐπιστρέψει ἀπ’ ἀνατολῶν ἡλίου Βηθδαγων καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐν Γαι Ιεφθαηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται τὰ ὅρια Σαφθαβηθαεμεκ καὶ πορεύσεται τὸ μεθόριον Ανιηλ καὶ διελεύσεται εἰς Χαβωλ ἀπὸ ἀριστερῶν
AT greco 19,28καὶ Αχραν καὶ Ροωβ καὶ Αμων καὶ Κανα ἕως Σιδῶνος τῆς μεγάλης
AT greco 19,29καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πόλεως ὀχυρώματος τῶν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ωσα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ τοῦ σχοινίσματος Αχζιφ
AT greco 19,30καὶ Αμμα καὶ Αφεκ καὶ Ραωβ πόλεις εἴκοσι δύο
AT greco 19,31αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν
AT greco 19,32καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος
AT greco 19,33καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Μεελεφ καὶ Μαηλων καὶ Βεσενανιμ καὶ Αρμαι καὶ Νακεβ καὶ Ιαβνηλ ἕως Λακου καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης
AT greco 19,34καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Αζανωθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν εἰς Ικωκ καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ τῷ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ’ ἀνατολῶν ἡλίου
AT greco 19,35καὶ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Αμαθ καὶ Ρεκκαθ καὶ Χενερεθ
AT greco 19,36καὶ Αδαμι καὶ Ραμα καὶ Ασωρ
AT greco 19,37καὶ Κεδες καὶ Εδραϊ καὶ πηγὴ Ασορ
AT greco 19,38καὶ Ιαριων καὶ Μαγδαλιηλ Ωραμ καὶ Βαιθαναθ καὶ Θασμους πόλεις δέκα ἐννέα
AT greco 19,39αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι
AT greco 19,40καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος
AT greco 19,41καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραα καὶ Εσθαολ καὶ πόλις Σαμες
AT greco 19,42καὶ Σαλαβιν καὶ Ιααλων καὶ Ιεθλα
AT greco 19,43καὶ Αιλων καὶ Θαμνα καὶ Ακκαρων
AT greco 19,44καὶ Ελθεκω καὶ Γαβαθων καὶ Βααλων
AT greco 19,45καὶ Ιουθ καὶ Βανηβαρακ καὶ Γεθρεμμων
AT greco 19,46