Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 41

Siracide

AT greco Torna al libro

NT greco

AT greco 41 41,1ὦ θάνατε ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν
AT greco 41,2ὦ θάνατε καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν
AT greco 41,3μὴ εὐλαβοῦ κρίμα θανάτου μνήσθητι προτέρων σου καὶ ἐσχάτων
AT greco 41,4τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς
AT greco 41,5τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν
AT greco 41,6τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος
AT greco 41,7πατρὶ ἀσεβεῖ μέμψεται τέκνα ὅτι δι’ αὐτὸν ὀνειδισθήσονται
AT greco 41,8οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς οἵτινες ἐγκατελίπετε νόμον θεοῦ ὑψίστου
AT greco 41,9καὶ ἐὰν γεννηθῆτε εἰς κατάραν γεννηθήσεσθε καὶ ἐὰν ἀποθάνητε εἰς κατάραν μερισθήσεσθε
AT greco 41,10πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν
AT greco 41,11πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται
AT greco 41,12φρόντισον περὶ ὀνόματος αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου
AT greco 41,13ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ
AT greco 41,14παιδείαν ἐν εἰρήνῃ συντηρήσατε τέκνα σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις
AT greco 41,15κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ
AT greco 41,16τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται
AT greco 41,17αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους
AT greco 41,18ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας καὶ ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας
AT greco 41,19ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς
AT greco 41,20ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ’ ἄρτοις
AT greco 41,21ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς
AT greco 41,22ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς
AT greco 41,23ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου
AT greco 41,24ἀπὸ περιεργίας παιδίσκης αὐτοῦ καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς
AT greco 41,25ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε
AT greco 41,26ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς καὶ ἀπὸ καλύψεως λόγων κρυφίων
AT greco 41,27καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου