Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Salmi - 19

Salmi

AT greco Torna al libro

NT greco

AT greco 19 19,1gr. psalm 19 (heb. 20) εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ
AT greco 19,2ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ
AT greco 19,3ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου
AT greco 19,4μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα
AT greco 19,5δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι
AT greco 19,6ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου
AT greco 19,7νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ
AT greco 19,8οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα
AT greco 19,9αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν
AT greco 19,10κύριε σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε