Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - Tobia S (Codice Sinaitico) - 14

Tobia S (Codice Sinaitico)

AT greco Torna al libro

NT greco

AT greco 14 14,1καὶ συνετελέσθησαν οἱ λόγοι τῆς ἐξομολογήσεως Τωβιθ
AT greco 14,2καὶ ἀπέθανεν ἐν εἰρήνῃ ἐτῶν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευη καὶ ἑξήκοντα δύο ἐτῶν ἦν ὅτε ἐγένετο ἀνάπειρος τοῖς ὀφθαλμοῖς καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν ἐν ἀγαθοῖς καὶ ἐλεημοσύνας ἐποίησεν καὶ ἔτι προσέθετο εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι τὴν μεγαλωσύνην τοῦ θεοῦ
AT greco 14,3καὶ ὅτε ἀπέθνῃσκεν ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ λέγων παιδίον ἀπάγαγε τὰ παιδία σου
AT greco 14,4καὶ ἀπότρεχε εἰς Μηδίαν ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη ἃ ἐλάλησεν Ναουμ ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ισραηλ οὓς ἀπέστειλεν ὁ θεός πάντα ἀπαντήσει καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα ἃ εἶπεν ὁ θεός συντελεσθήσεται καὶ ἔσται καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς καὶ ἔσται πᾶσα ἡ γῆ τοῦ Ισραηλ ἔρημος καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου
AT greco 14,5καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεός καὶ ἐπιστρέψει αὐτοὺς ὁ θεὸς εἰς τὴν γῆν τοῦ Ισραηλ καὶ πάλιν οἰκοδομήσουσιν τὸν οἶκον καὶ οὐχ ὡς τὸν πρῶτον ἕως τοῦ χρόνου οὗ ἂν πληρωθῇ ὁ χρόνος τῶν καιρῶν καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῆς αἰχμαλωσίας αὐτῶν πάντες καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται τοῦ Ισραηλ
AT greco 14,6καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλῃ τῇ γῇ πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινῶς καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα αὐτῶν τοὺς πλανῶντας ψευδῆ τὴν πλάνησιν αὐτῶν καὶ εὐλογήσουσιν τὸν θεὸν τοῦ αἰῶνος ἐν δικαιοσύνῃ
AT greco 14,7πάντες οἱ υἱοὶ τοῦ Ισραηλ οἱ σῳζόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις μνημονεύοντες τοῦ θεοῦ ἐν ἀληθείᾳ ἐπισυναχθήσονται καὶ ἥξουσιν εἰς Ιερουσαλημ καὶ οἰκήσουσιν τὸν αἰῶνα ἐν τῇ γῇ Αβρααμ μετὰ ἀσφαλείας καὶ παραδοθήσεται αὐτοῖς καὶ χαρήσονται οἱ ἀγαπῶντες τὸν θεὸν ἐπ’ ἀληθείας καὶ οἱ ποιοῦντες τὴν ἁμαρτίαν καὶ τὴν ἀδικίαν ἐκλείψουσιν ἀπὸ πάσης τῆς γῆς
AT greco 14,8καὶ νῦν παιδία ἐγὼ ὑμῖν ἐντέλλομαι δουλεύσατε τῷ θεῷ ἐν ἀληθείᾳ καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ τοῖς παιδίοις ὑμῶν ἐνυποταγήσεται ποιεῖν δικαιοσύνην καὶ ἐλεημοσύνην καὶ ἵνα ὦσιν μεμνημένοι τοῦ θεοῦ καὶ εὐλογῶσιν τὸ ὄνομα αὐτοῦ ἐν παντὶ καιρῷ ἐν ἀληθείᾳ καὶ ὅλῃ τῇ ἰσχύι αὐτῶν καὶ νῦν σύ παιδίον ἔξελθε ἐκ Νινευη καὶ μὴ μείνῃς ὧδε ἐν ᾗ ἂν ἡμέρᾳ θάψῃς τὴν μητέρα σου μετ’ ἐμοῦ αὐτῇ τῇ ἡμέρᾳ μὴ αὐλισθῇς ἐν τοῖς ὁρίοις αὐτῆς ὁρῶ γὰρ ὅτι πολλὴ ἀδικία ἐν αὐτῇ καὶ δόλος πολὺς συντελεῖται ἐν αὐτῇ καὶ οὐκ αἰσχύνονται
AT greco 14,10ἰδέ παιδίον ὅσα Ναδαβ ἐποίησεν Αχικάρῳ τῷ ἐκθρέψαντι αὐτόν οὐχὶ ζῶν κατηνέχθη εἰς τὴν γῆν καὶ ἀπέδωκεν ὁ θεὸς τὴν ἀτιμίαν κατὰ πρόσωπον αὐτοῦ καὶ ἐξῆλθεν εἰς τὸ φῶς Αχικαρος καὶ Ναδαβ εἰσῆλθεν εἰς τὸ σκότος τοῦ αἰῶνος ὅτι ἐζήτησεν ἀποκτεῖναι Αχικαρον ἐν τῷ ποιῆσαι ἐλεημοσύνην ἐξῆλθεν ἐκ τῆς παγίδος τοῦ θανάτου ἣν ἔπηξεν αὐτῷ Ναδαβ καὶ Ναδαβ ἔπεσεν εἰς τὴν παγίδα τοῦ θανάτου καὶ ἀπώλεσεν αὐτόν
AT greco 14,11καὶ νῦν παιδία ἴδετε τί ποιεῖ ἐλεημοσύνη καὶ τί ποιεῖ ἀδικία ὅτι ἀποκτέννει καὶ ἰδοὺ ἡ ψυχή μου ἐκλείπει καὶ ἔθηκαν αὐτὸν ἐπὶ τὴν κλίνην καὶ ἀπέθανεν καὶ ἐτάφη ἐνδόξως
AT greco 14,12καὶ ὅτε ἀπέθανεν ἡ μήτηρ αὐτοῦ ἔθαψεν αὐτὴν Τωβιας μετὰ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπῆλθεν αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ εἰς Μηδίαν καὶ ᾤκησεν ἐν Ἐκβατάνοις μετὰ Ραγουήλου τοῦ πενθεροῦ αὐτοῦ
AT greco 14,13καὶ ἐγηροβόσκησεν αὐτοὺς ἐντίμως καὶ ἔθαψεν αὐτοὺς ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ἐκληρονόμησεν τὴν οἰκίαν Ραγουήλου καὶ Τωβιθ τοῦ πατρὸς αὐτοῦ
AT greco 14,14καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν δέκα ἑπτὰ ἐνδόξως
AT greco 14,15καὶ εἶδεν καὶ ἤκουσεν πρὸ τοῦ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη καὶ εἶδεν τὴν αἰχμαλωσίαν αὐτῆς ἀγομένην εἰς Μηδίαν ἣν ᾐχμαλώτισεν Αχιαχαρος ὁ βασιλεὺς τῆς Μηδίας καὶ εὐλόγησεν τὸν θεὸν ἐν πᾶσιν οἷς ἐποίησεν ἐπὶ τοὺς υἱοὺς Νινευη καὶ Αθουριας ἐχάρη πρὶν τοῦ ἀποθανεῖν ἐπὶ Νινευη καὶ εὐλόγησεν κύριον τὸν θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων