Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 39

Siracide

AT greco Torna al libro

NT greco

AT greco 39 39,1πλὴν τοῦ ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ ὑψίστου σοφίαν πάντων ἀρχαίων ἐκζητήσει καὶ ἐν προφητείαις ἀσχοληθήσεται
AT greco 39,2διήγησιν ἀνδρῶν ὀνομαστῶν συντηρήσει καὶ ἐν στροφαῖς παραβολῶν συνεισελεύσεται
AT greco 39,3ἀπόκρυφα παροιμιῶν ἐκζητήσει καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται
AT greco 39,4ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένων ὀφθήσεται ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν
AT greco 39,5τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι ὑψίστου δεηθήσεται καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν προσευχῇ καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται
AT greco 39,6ἐὰν κύριος ὁ μέγας θελήσῃ πνεύματι συνέσεως ἐμπλησθήσεται αὐτὸς ἀνομβρήσει ῥήματα σοφίας αὐτοῦ καὶ ἐν προσευχῇ ἐξομολογήσεται κυρίῳ
AT greco 39,7αὐτὸς κατευθυνεῖ βουλὴν αὐτοῦ καὶ ἐπιστήμην καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται
AT greco 39,8αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ καὶ ἐν νόμῳ διαθήκης κυρίου καυχήσεται
AT greco 39,9αἰνέσουσιν τὴν σύνεσιν αὐτοῦ πολλοί καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν
AT greco 39,10τὴν σοφίαν αὐτοῦ διηγήσονται ἔθνη καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία
AT greco 39,11ἐὰν ἐμμείνῃ ὄνομα καταλείψει ἢ χίλιοι καὶ ἐὰν ἀναπαύσηται ἐκποιεῖ αὐτῷ
AT greco 39,12ἔτι διανοηθεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώθην
AT greco 39,13εἰσακούσατέ μου υἱοὶ ὅσιοι καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγροῦ
AT greco 39,14καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα εὐλογήσατε κύριον ἐπὶ πᾶσιν τοῖς ἔργοις
AT greco 39,15δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει
AT greco 39,16τὰ ἔργα κυρίου πάντα ὅτι καλὰ σφόδρα καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται οὐκ ἔστιν εἰπεῖν τί τοῦτο εἰς τί τοῦτο πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται
AT greco 39,17ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων
AT greco 39,18ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ
AT greco 39,19ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ
AT greco 39,20ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ
AT greco 39,21οὐκ ἔστιν εἰπεῖν τί τοῦτο εἰς τί τοῦτο πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται
AT greco 39,22ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν
AT greco 39,23οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην
AT greco 39,24αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι οὕτως τοῖς ἀνόμοις προσκόμματα
AT greco 39,25ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ’ ἀρχῆς οὕτως τοῖς ἁμαρτωλοῖς κακά
AT greco 39,26ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον
AT greco 39,27ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά
AT greco 39,28ἔστιν πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσεν μάστιγας αὐτῶν ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν
AT greco 39,29πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται
AT greco 39,30θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς
AT greco 39,31ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον
AT greco 39,32διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα
AT greco 39,33τὰ ἔργα κυρίου πάντα ἀγαθὰ καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει
AT greco 39,34καὶ οὐκ ἔστιν εἰπεῖν τοῦτο τούτου πονηρότερον πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται
AT greco 39,35καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου