Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
BibbiaEDU-logo

AT greco - Antico Testamento - Pentateuco - Esodo - 2

Esodo

AT greco Torna al libro

NT greco

AT greco 2 2,1ἦν δέ τις ἐκ τῆς φυλῆς Λευι ὃς ἔλαβεν τῶν θυγατέρων Λευι καὶ ἔσχεν αὐτήν
AT greco 2,2καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς
AT greco 2,3ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν ἔλαβεν αὐτῷ ἡ μήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλεν τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν
AT greco 2,4καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ
AT greco 2,5κατέβη δὲ ἡ θυγάτηρ Φαραω λούσασθαι ἐπὶ τὸν ποταμόν καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν
AT greco 2,6ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραω καὶ ἔφη ἀπὸ τῶν παιδίων τῶν Εβραίων τοῦτο
AT greco 2,7καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραω θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Εβραίων καὶ θηλάσει σοι τὸ παιδίον
AT greco 2,8ἡ δὲ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραω πορεύου ἐλθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσεν τὴν μητέρα τοῦ παιδίου
AT greco 2,9εἶπεν δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραω διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ θήλασόν μοι αὐτό ἐγὼ δὲ δώσω σοι τὸν μισθόν ἔλαβεν δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό
AT greco 2,10ἁδρυνθέντος δὲ τοῦ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραω καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Μωυσῆν λέγουσα ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην
AT greco 2,11ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς ἐξήλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ισραηλ κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινα Εβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ισραηλ
AT greco 2,12περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ
AT greco 2,13ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας Εβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι διὰ τί σὺ τύπτεις τὸν πλησίον
AT greco 2,14ὁ δὲ εἶπεν τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον ἐφοβήθη δὲ Μωυσῆς καὶ εἶπεν εἰ οὕτως ἐμφανὲς γέγονεν τὸ ῥῆμα τοῦτο
AT greco 2,15ἤκουσεν δὲ Φαραω τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν ἀνεχώρησεν δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραω καὶ ᾤκησεν ἐν γῇ Μαδιαμ ἐλθὼν δὲ εἰς γῆν Μαδιαμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος
AT greco 2,16τῷ δὲ ἱερεῖ Μαδιαμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ
AT greco 2,17παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα αὐτῶν
AT greco 2,18παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτῶν ὁ δὲ εἶπεν αὐταῖς τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον
AT greco 2,19αἱ δὲ εἶπαν ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισεν τὰ πρόβατα ἡμῶν
AT greco 2,20ὁ δὲ εἶπεν ταῖς θυγατράσιν αὐτοῦ καὶ ποῦ ἐστι καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον καλέσατε οὖν αὐτόν ὅπως φάγῃ ἄρτον
AT greco 2,21κατῳκίσθη δὲ Μωυσῆς παρὰ τῷ ἀνθρώπῳ καὶ ἐξέδοτο Σεπφωραν τὴν θυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα
AT greco 2,22ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν καὶ ἐπωνόμασεν Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσαμ λέγων ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ
AT greco 2,23μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου καὶ κατεστέναξαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεὸν ἀπὸ τῶν ἔργων
AT greco 2,24καὶ εἰσήκουσεν ὁ θεὸς τὸν στεναγμὸν αὐτῶν καὶ ἐμνήσθη ὁ θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ
AT greco 2,25καὶ ἐπεῖδεν ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐγνώσθη αὐτοῖς