Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Malachia - 2

Malachia

AT greco Torna al libro

NT greco

AT greco 2 2,1καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς οἱ ἱερεῖς
AT greco 2,2ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου λέγει κύριος παντοκράτωρ καὶ ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν καὶ οὐκ ἔσται ἐν ὑμῖν ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν
AT greco 2,3ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν ἤνυστρον ἑορτῶν ὑμῶν καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό
AT greco 2,4καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας λέγει κύριος παντοκράτωρ
AT greco 2,5ἡ διαθήκη μου ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν
AT greco 2,6νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας
AT greco 2,7ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν
AT greco 2,8ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ διεφθείρατε τὴν διαθήκην τοῦ Λευι λέγει κύριος παντοκράτωρ
AT greco 2,9κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ
AT greco 2,10οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν
AT greco 2,11ἐγκατελείφθη Ιουδας καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ισραηλ καὶ ἐν Ιερουσαλημ διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου ἐν οἷς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους
AT greco 2,12ἐξολεθρεύσει κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ παντοκράτορι
AT greco 2,13καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν
AT greco 2,14καὶ εἴπατε ἕνεκεν τίνος ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαθήκης σου
AT greco 2,15καὶ οὐκ ἄλλος ἐποίησεν καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ καὶ εἴπατε τί ἄλλο ἀλλ’ ἢ σπέρμα ζητεῖ ὁ θεός καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς
AT greco 2,16ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς λέγει κύριος ὁ θεὸς τοῦ Ισραηλ καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου λέγει κύριος παντοκράτωρ καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε
AT greco 2,17οἱ παροξύνοντες τὸν θεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε ἐν τίνι παρωξύναμεν αὐτόν ἐν τῷ λέγειν ὑμᾶς πᾶς ποιῶν πονηρόν καλὸν ἐνώπιον κυρίου καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν καί ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης