Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Salmi - 86

Salmi

AT greco Torna al libro

NT greco

AT greco 86 86,1gr. psalm 86 (heb. 87) τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις
AT greco 86,2ἀγαπᾷ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ
AT greco 86,3δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ θεοῦ διάψαλμα
AT greco 86,4μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων οὗτοι ἐγενήθησαν ἐκεῖ
AT greco 86,5μήτηρ Σιων ἐρεῖ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος
AT greco 86,6κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ διάψαλμα
AT greco 86,7ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί