Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 17

Siracide

AT greco Torna al libro

NT greco

AT greco 17 17,1κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν
AT greco 17,2ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ’ αὐτῆς
AT greco 17,3καθ’ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς
AT greco 17,4ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν
AT greco 17,5
AT greco 17,6διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς
AT greco 17,7ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς
AT greco 17,8ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ
AT greco 17,9
AT greco 17,10καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ
AT greco 17,11προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς
AT greco 17,12διαθήκην αἰῶνος ἔστησεν μετ’ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς
AT greco 17,13μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν
AT greco 17,14καὶ εἶπεν αὐτοῖς προσέχετε ἀπὸ παντὸς ἀδίκου καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον
AT greco 17,15αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ
AT greco 17,16
AT greco 17,17ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον καὶ μερὶς κυρίου Ισραηλ ἐστίν
AT greco 17,18
AT greco 17,19ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν
AT greco 17,20οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου
AT greco 17,21
AT greco 17,22ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει
AT greco 17,23μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει
AT greco 17,24πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν
AT greco 17,25ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα
AT greco 17,26ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας καὶ σφόδρα μίσησον βδέλυγμα
AT greco 17,27ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν
AT greco 17,28ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον
AT greco 17,29ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτόν
AT greco 17,30οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου
AT greco 17,31τί φωτεινότερον ἡλίου καὶ τοῦτο ἐκλείπει καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα
AT greco 17,32δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός