Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Cronache - 19

1 Cronache

AT greco Torna al libro

NT greco

AT greco 19 19,1καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν Ναας βασιλεὺς υἱῶν Αμμων καὶ ἐβασίλευσεν Αναν υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
AT greco 19,2καὶ εἶπεν Δαυιδ ποιήσω ἔλεος μετὰ Αναν υἱοῦ Ναας ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ’ ἐμοῦ ἔλεος καὶ ἀπέστειλεν ἀγγέλους Δαυιδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἦλθον παῖδες Δαυιδ εἰς γῆν υἱῶν Αμμων τοῦ παρακαλέσαι αὐτόν
AT greco 19,3καὶ εἶπον ἄρχοντες Αμμων πρὸς Αναν μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρὸς σέ
AT greco 19,4καὶ ἔλαβεν Αναν τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς
AT greco 19,5καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυιδ περὶ τῶν ἀνδρῶν καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα καὶ εἶπεν ὁ βασιλεύς καθίσατε ἐν Ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε
AT greco 19,6καὶ εἶδον οἱ υἱοὶ Αμμων ὅτι ᾐσχύνθη λαὸς Δαυιδ καὶ ἀπέστειλεν Αναν καὶ οἱ υἱοὶ Αμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχα καὶ ἐκ Σωβα ἅρματα καὶ ἱππεῖς
AT greco 19,7καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μωχα καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβα καὶ οἱ υἱοὶ Αμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι
AT greco 19,8καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν
AT greco 19,9καὶ ἐξῆλθον οἱ υἱοὶ Αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ’ ἑαυτοὺς ἐν τῷ πεδίῳ
AT greco 19,10καὶ εἶδεν Ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ισραηλ καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου
AT greco 19,11καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Αβεσσα ἀδελφοῦ αὐτοῦ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Αμμων
AT greco 19,12καὶ εἶπεν ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ Σύρος καὶ ἔσῃ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κρατήσωσιν ὑπὲρ σέ καὶ σώσω σε
AT greco 19,13ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει
AT greco 19,14καὶ παρετάξατο Ιωαβ καὶ ὁ λαὸς ὁ μετ’ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον καὶ ἔφυγον ἀπ’ αὐτοῦ
AT greco 19,15καὶ οἱ υἱοὶ Αμμων εἶδον ὅτι ἔφυγον Σύροι καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ιωαβ καὶ ἀπὸ προσώπου Αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ ἦλθεν Ιωαβ εἰς Ιερουσαλημ
AT greco 19,16καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ καὶ ἀπέστειλεν ἀγγέλους καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν
AT greco 19,17καὶ ἀπηγγέλη τῷ Δαυιδ καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ ἦλθεν ἐπ’ αὐτοὺς καὶ παρετάξατο ἐπ’ αὐτούς καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυιδ καὶ ἐπολέμησαν αὐτόν
AT greco 19,18καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυιδ καὶ ἀπέκτεινεν Δαυιδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν
AT greco 19,19καὶ εἶδον παῖδες Αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ισραηλ καὶ διέθεντο μετὰ Δαυιδ καὶ ἐδούλευσαν αὐτῷ καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς Αμμων ἔτι