Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Salmi - 40

Salmi

AT greco Torna al libro

NT greco

AT greco 40 40,1gr. psalm 40 (heb. 41) εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ
AT greco 40,2μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος
AT greco 40,3κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ
AT greco 40,4κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ
AT greco 40,5ἐγὼ εἶπα κύριε ἐλέησόν με ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι
AT greco 40,6οἱ ἐχθροί μου εἶπαν κακά μοι πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ
AT greco 40,7καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν μάτην ἐλάλει ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ ἐξεπορεύετο ἔξω καὶ ἐλάλει
AT greco 40,8ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ’ ἐμοῦ ἐλογίζοντο κακά μοι
AT greco 40,9λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
AT greco 40,10καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ’ ὃν ἤλπισα ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν
AT greco 40,11σὺ δέ κύριε ἐλέησόν με καὶ ἀνάστησόν με καὶ ἀνταποδώσω αὐτοῖς
AT greco 40,12ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμέ
AT greco 40,13ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα
AT greco 40,14εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα γένοιτο γένοιτο