Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Zaccaria - 2

Zaccaria

AT greco Torna al libro

NT greco

AT greco 2 2,1καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα
AT greco 2,2καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί τί ἐστιν ταῦτα κύριε καὶ εἶπεν πρός με ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ
AT greco 2,3καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας
AT greco 2,4καὶ εἶπα τί οὗτοι ἔρχονται ποιῆσαι καὶ εἶπεν πρός με ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν
AT greco 2,5καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν
AT greco 2,6καὶ εἶπα πρὸς αὐτόν ποῦ σὺ πορεύῃ καὶ εἶπεν πρός με διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος
AT greco 2,7καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ
AT greco 2,8καὶ εἶπεν πρὸς αὐτὸν λέγων δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων κατακάρπως κατοικηθήσεται Ιερουσαλημ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς
AT greco 2,9καὶ ἐγὼ ἔσομαι αὐτῇ λέγει κύριος τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς
AT greco 2,10ὦ ὦ φεύγετε ἀπὸ γῆς βορρᾶ λέγει κύριος διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς λέγει κύριος
AT greco 2,11εἰς Σιων ἀνασῴζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος
AT greco 2,12διότι τάδε λέγει κύριος παντοκράτωρ ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ
AT greco 2,13διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτούς καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με
AT greco 2,14τέρπου καὶ εὐφραίνου θύγατερ Σιων διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου λέγει κύριος
AT greco 2,15καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
AT greco 2,16καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ
AT greco 2,17εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου διότι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ