Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Salmi - 135

Salmi

AT greco Torna al libro

NT greco

AT greco 135 135,1gr. psalm 135 (heb. 136) αλληλουια ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,2ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,3ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,4τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,5τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,6τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,7τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,8τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,9τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,10τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,11καὶ ἐξαγαγόντι τὸν Ισραηλ ἐκ μέσου αὐτῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,12ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,13τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,14καὶ διαγαγόντι τὸν Ισραηλ διὰ μέσου αὐτῆς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,15καὶ ἐκτινάξαντι Φαραω καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,16τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ τῷ ἐξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,17τῷ πατάξαντι βασιλεῖς μεγάλους ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,18καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,19τὸν Σηων βασιλέα τῶν Αμορραίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,20καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,21καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,22κληρονομίαν Ισραηλ δούλῳ αὐτοῦ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,23ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,24καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,25ὁ διδοὺς τροφὴν πάσῃ σαρκί ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 135,26ἐξομολογεῖσθε τῷ θεῷ τοῦ οὐρανοῦ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ