2 Cronache
AT greco Torna al libro
NT greco
AT greco
2,3καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ισραηλ
AT greco
2,6καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετ’ ἐμοῦ ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ ὧν ἡτοίμασεν Δαυιδ ὁ πατήρ μου
AT greco
2,13ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δαν καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν ὅσα ἂν δῷς αὐτῷ μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυιδ κυρίου μου πατρός σου