Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Cronache - 24

1 Cronache

AT greco Torna al libro

NT greco

AT greco 24 24,1καὶ τοῖς υἱοῖς Ααρων διαιρέσεις υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
AT greco 24,2καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων
AT greco 24,3καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
AT greco 24,4καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ καὶ διεῖλεν αὐτούς τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ’ οἴκους πατριῶν
AT greco 24,5καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ
AT greco 24,6καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ
AT greco 24,7καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ιαριβ τῷ Ιδεϊα ὁ δεύτερος
AT greco 24,8τῷ Χαρημ ὁ τρίτος τῷ Σεωριμ ὁ τέταρτος
AT greco 24,9τῷ Μελχια ὁ πέμπτος τῷ Μιαμιν ὁ ἕκτος
AT greco 24,10τῷ Κως ὁ ἕβδομος τῷ Αβια ὁ ὄγδοος
AT greco 24,11τῷ Ἰησοῦ ὁ ἔνατος τῷ Σεχενια ὁ δέκατος
AT greco 24,12τῷ Ελιασιβ ὁ ἑνδέκατος τῷ Ιακιμ ὁ δωδέκατος
AT greco 24,13τῷ Οχχοφφα ὁ τρισκαιδέκατος τῷ Ισβααλ ὁ τεσσαρεσκαιδέκατος
AT greco 24,14τῷ Βελγα ὁ πεντεκαιδέκατος τῷ Εμμηρ ὁ ἑκκαιδέκατος
AT greco 24,15τῷ Χηζιρ ὁ ἑπτακαιδέκατος τῷ Αφεσση ὁ ὀκτωκαιδέκατος
AT greco 24,16τῷ Φεταια ὁ ἐννεακαιδέκατος τῷ Εζεκηλ ὁ εἰκοστός
AT greco 24,17τῷ Ιαχιν ὁ εἷς καὶ εἰκοστός τῷ Γαμουλ ὁ δεύτερος καὶ εἰκοστός
AT greco 24,18τῷ Δαλαια ὁ τρίτος καὶ εἰκοστός τῷ Μαασαι ὁ τέταρτος καὶ εἰκοστός
AT greco 24,19αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ααρων πατρὸς αὐτῶν ὡς ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ
AT greco 24,20καὶ τοῖς υἱοῖς Λευι τοῖς καταλοίποις τοῖς υἱοῖς Αμβραμ Σουβαηλ τοῖς υἱοῖς Σουβαηλ Ιαδια
AT greco 24,21τῷ Ρααβια ὁ ἄρχων Ιεσιας
AT greco 24,22καὶ τῷ Ισσαρι Σαλωμωθ τοῖς υἱοῖς Σαλωμωθ Ιαθ
AT greco 24,23υἱοὶ Ιεδιου Αμαδια ὁ δεύτερος Ιαζιηλ ὁ τρίτος Ιοκομ ὁ τέταρτος
AT greco 24,24υἱοὶ Οζιηλ Μιχα υἱοὶ Μιχα Σαμηρ
AT greco 24,25ἀδελφὸς Μιχα Ισια υἱοὶ Ισια Ζαχαρια
AT greco 24,26υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Οζια υἱοὶ Βοννι
AT greco 24,27υἱοὶ Μεραρι τῷ Οζια υἱοὶ αὐτοῦ Ισοαμ καὶ Ζακχουρ καὶ Αβδι
AT greco 24,28τῷ Μοολι Ελεαζαρ καὶ Ιθαμαρ καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί
AT greco 24,29τῷ Κις υἱοὶ τοῦ Κις Ιραμαηλ
AT greco 24,30καὶ υἱοὶ τοῦ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
AT greco 24,31καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ααρων ἐναντίον τοῦ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι