Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Giona - 2

Giona

AT greco Torna al libro

NT greco

AT greco 2 2,1καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν καὶ ἦν Ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας
AT greco 2,2καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους
AT greco 2,3καὶ εἶπεν ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου
AT greco 2,4ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοί με ἐκύκλωσαν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον
AT greco 2,5καὶ ἐγὼ εἶπα ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου
AT greco 2,6περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων
AT greco 2,7κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι καὶ ἀναβήτω φθορὰ ζωῆς μου κύριε ὁ θεός μου
AT greco 2,8ἐν τῷ ἐκλείπειν ἀπ’ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου
AT greco 2,9φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον
AT greco 2,10ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ
AT greco 2,11καὶ προσετάγη τῷ κήτει καὶ ἐξέβαλεν τὸν Ιωναν ἐπὶ τὴν ξηράν