Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 4 Maccabei - 7

4 Maccabei

AT greco Torna al libro

NT greco

AT greco 7 7,1ὥσπερ γὰρ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν Ελεαζαρου λογισμὸς πηδαλιουχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει
AT greco 7,2καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς καὶ καταντλούμενος ταῖς τῶν βασάνων τρικυμίαις
AT greco 7,3κατ’ οὐδένα τρόπον ἔτρεψε τοὺς τῆς εὐσεβείας οἴακας ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς ἀθανάτου νίκης λιμένα
AT greco 7,4οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχε ποτὲ πολιορκουμένη ὡς ὁ πανάγιος ἐκεῖνος τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος ἐνίκησεν τοὺς πολιορκοῦντας διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν
AT greco 7,5ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτοῦ διάνοιαν ὁ πατὴρ Ελεαζαρ ἐκτείνας περιέκλασεν τοὺς ἐπιμαινομένους τῶν παθῶν κλύδωνας
AT greco 7,6ὦ ἄξιε τῆς ἱερωσύνης ἱερεῦ οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοίνωσας μιαροφαγίᾳ
AT greco 7,7ὦ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου
AT greco 7,8τοιούτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας
AT greco 7,9σύ πάτερ τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς θείας φιλοσοφίας σου λόγους
AT greco 7,10ὦ βασάνων βιαιότερε γέρων καὶ πυρὸς εὐτονώτερε πρεσβῦτα καὶ παθῶν μέγιστε βασιλεῦ Ελεαζαρ
AT greco 7,11ὥσπερ γὰρ ὁ πατὴρ Ααρων τῷ θυμιατηρίῳ καθωπλισμένος διὰ τοῦ ἐθνοπλήθους ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον
AT greco 7,12οὕτως ὁ Ααρωνίδης Ελεαζαρ διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν
AT greco 7,13καίτοι τὸ θαυμασιώτατον γέρων ὢν λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος τόνων περικεχαλασμένων δὲ τῶν σαρκῶν κεκμηκότων δὲ καὶ τῶν νεύρων ἀνενέασεν
AT greco 7,14τῷ πνεύματι διὰ τοῦ λογισμοῦ καὶ τῷ Ισακίῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν
AT greco 7,15ὦ μακαρίου γήρως καὶ σεμνῆς πολιᾶς καὶ βίου νομίμου ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν
AT greco 7,16εἰ δὴ τοίνυν γέρων ἀνὴρ τῶν μέχρι θανάτου βασάνων περιεφρόνει δι’ εὐσέβειαν ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός
AT greco 7,17ἴσως δ’ ἂν εἴποιέν τινες τῶν παθῶν οὐ πάντες περικρατοῦσιν ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσιν τὸν λογισμόν
AT greco 7,18ἀλλ’ ὅσοι τῆς εὐσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας οὗτοι μόνοι δύνανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν
AT greco 7,19πιστεύοντες ὅτι θεῷ οὐκ ἀποθνῄσκουσιν ὥσπερ οὐδὲ οἱ πατριάρχαι ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ ἀλλὰ ζῶσιν τῷ θεῷ
AT greco 7,20οὐδὲν οὖν ἐναντιοῦται τὸ φαίνεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν
AT greco 7,21ἐπεὶ τίς πρὸς ὅλον τὸν τῆς φιλοσοφίας κανόνα φιλοσοφῶν καὶ πεπιστευκὼς θεῷ
AT greco 7,22καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν θεοσέβειαν
AT greco 7,23μόνος γὰρ ὁ σοφὸς καὶ ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος