Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Isaia - 29

Isaia

AT greco Torna al libro

NT greco

AT greco 29 29,1οὐαὶ πόλις Αριηλ ἣν Δαυιδ ἐπολέμησεν συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ’ ἐνιαυτόν φάγεσθε γὰρ σὺν Μωαβ
AT greco 29,2ἐκθλίψω γὰρ Αριηλ καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί
AT greco 29,3καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους
AT greco 29,4καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει
AT greco 29,5καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα
AT greco 29,6παρὰ κυρίου σαβαωθ ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα
AT greco 29,7καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ ὁ πλοῦτος τῶν ἐθνῶν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ’ αὐτὴν καὶ θλίβοντες αὐτήν
AT greco 29,8καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσθοντες καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων
AT greco 29,9ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου
AT greco 29,10ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ κρυπτά
AT greco 29,11καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ἀνάγνωθι ταῦτα καὶ ἐρεῖ οὐ δύναμαι ἀναγνῶναι ἐσφράγισται γάρ
AT greco 29,12καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐρεῖ αὐτῷ ἀνάγνωθι τοῦτο καὶ ἐρεῖ οὐκ ἐπίσταμαι γράμματα
AT greco 29,13καὶ εἶπεν κύριος ἐγγίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας
AT greco 29,14διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω
AT greco 29,15οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσιν τίς ἡμᾶς ἑώρακεν καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν
AT greco 29,16οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι οὐ σύ με ἔπλασας ἢ τὸ ποίημα τῷ ποιήσαντι οὐ συνετῶς με ἐποίησας
AT greco 29,17οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισθήσεται
AT greco 29,18καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν βλέψονται
AT greco 29,19καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐφροσύνῃ καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης
AT greco 29,20ἐξέλιπεν ἄνομος καὶ ἀπώλετο ὑπερήφανος καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ
AT greco 29,21καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον
AT greco 29,22διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ιακωβ ὃν ἀφώρισεν ἐξ Αβρααμ οὐ νῦν αἰσχυνθήσεται Ιακωβ οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ισραηλ
AT greco 29,23ἀλλ’ ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου δι’ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ιακωβ καὶ τὸν θεὸν τοῦ Ισραηλ φοβηθήσονται
AT greco 29,24καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν καὶ αἱ γλώσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην