Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Geremia - 1

Geremia

AT greco Torna al libro

NT greco

AT greco 1 1,1τὸ ῥῆμα τοῦ θεοῦ ὃ ἐγένετο ἐπὶ Ιερεμιαν τὸν τοῦ Χελκιου ἐκ τῶν ἱερέων ὃς κατῴκει ἐν Αναθωθ ἐν γῇ Βενιαμιν
AT greco 1,2ὃς ἐγενήθη λόγος τοῦ θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ
AT greco 1,3καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως τῆς αἰχμαλωσίας Ιερουσαλημ ἐν τῷ πέμπτῳ μηνί
AT greco 1,4καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
AT greco 1,5πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε προφήτην εἰς ἔθνη τέθεικά σε
AT greco 1,6καὶ εἶπα ὦ δέσποτα κύριε ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν ὅτι νεώτερος ἐγώ εἰμι
AT greco 1,7καὶ εἶπεν κύριος πρός με μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις
AT greco 1,8μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε λέγει κύριος
AT greco 1,9καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν κύριος πρός με ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου
AT greco 1,10ἰδοὺ κατέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν
AT greco 1,11καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων τί σὺ ὁρᾷς Ιερεμια καὶ εἶπα βακτηρίαν καρυΐνην
AT greco 1,12καὶ εἶπεν κύριος πρός με καλῶς ἑώρακας διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς
AT greco 1,13καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων τί σὺ ὁρᾷς καὶ εἶπα λέβητα ὑποκαιόμενον καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ
AT greco 1,14καὶ εἶπεν κύριος πρός με ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν
AT greco 1,15διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς λέγει κύριος καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα
AT greco 1,16καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν
AT greco 1,17καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα ὅσα ἂν ἐντείλωμαί σοι μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε λέγει κύριος
AT greco 1,18ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασιν τοῖς βασιλεῦσιν Ιουδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς
AT greco 1,19καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε εἶπεν κύριος