Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - Giudici A (Codice Alessandrino) - 13

Giudici A (Codice Alessandrino)

13 1καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ ἀλλοφύλων τεσσαράκοντα ἔτη
2καὶ ἐγένετο ἀνὴρ ἐκ Σαραα ἐκ τῆς φυλῆς τοῦ Δαν καὶ ὄνομα αὐτῷ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτικτεν
3καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν ἰδοὺ δὴ σὺ στεῖρα καὶ οὐ τέτοκας καὶ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν
4καὶ νῦν φύλαξαι καὶ μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον
5ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὅτι ἡγιασμένον ναζιραῖον ἔσται τῷ θεῷ τὸ παιδάριον ἐκ τῆς γαστρός καὶ αὐτὸς ἄρξεται σῴζειν τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων
6καὶ ἦλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ὅτι ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρός με καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις ἀγγέλου τοῦ θεοῦ ἐπιφανὴς σφόδρα καὶ ἠρώτων πόθεν ἐστίν καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι
7καὶ εἶπέν μοι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν καὶ νῦν μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶσαν ἀκαθαρσίαν ὅτι ναζιραῖον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ
8καὶ ἐδεήθη Μανωε τοῦ κυρίου καὶ εἶπεν ἐν ἐμοί κύριε ἄνθρωπος τοῦ θεοῦ ὃν ἀπέστειλας πρὸς ἡμᾶς ἐλθέτω δὴ πρὸς ἡμᾶς καὶ φωτισάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ
9καὶ ἐπήκουσεν ὁ θεὸς τῆς φωνῆς Μανωε καὶ παρεγένετο ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα αὐτῆς καθημένης ἐν τῷ ἀγρῷ καὶ Μανωε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ’ αὐτῆς
10καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἐξέδραμεν καὶ ἀπήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ ὦπταί μοι ὁ ἀνὴρ ὁ ἐλθὼν πρός με τῇ ἡμέρᾳ ἐκείνῃ
11καὶ ἀνέστη Μανωε καὶ ἐπορεύθη ὀπίσω τῆς γυναικὸς αὐτοῦ πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα καὶ εἶπεν ὁ ἄγγελος ἐγώ
12καὶ εἶπεν Μανωε νῦν δὴ ἐλθόντος τοῦ ῥήματός σου τί ἔσται τὸ κρίμα τοῦ παιδαρίου καὶ τὰ ἔργα αὐτοῦ
13καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ἀπὸ πάντων ὧν εἶπα πρὸς τὴν γυναῖκα φυλαξάσθω
14ἀπὸ πάντων ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου οὐ φάγεται καὶ οἶνον καὶ σικερα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω πάντα ὅσα ἐνετειλάμην αὐτῇ φυλαξάσθω
15καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου βιασώμεθα δή σε καὶ ποιήσομεν ἐνώπιόν σου ἔριφον αἰγῶν
16καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ἐὰν βιάσῃ με οὐ φάγομαι τῶν ἄρτων σου καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα κυρίῳ ἀνοίσεις αὐτό ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν
17καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου τί ὄνομά σοι ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου δοξάσωμέν σε
18καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος κυρίου ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου καὶ αὐτό ἐστιν θαυμαστόν
19καὶ ἔλαβεν Μανωε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ τῷ θαυμαστὰ ποιοῦντι κυρίῳ καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν
20καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνωθεν τοῦ θυσιαστηρίου εἰς τὸν οὐρανὸν καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τῇ φλογί καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν
21καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθῆναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ τότε ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν
22καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ θανάτῳ ἀποθανούμεθα ὅτι θεὸν ἑωράκαμεν
23καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ εἰ ἐβούλετο κύριος θανατῶσαι ἡμᾶς οὐκ ἂν ἐδέξατο ἐκ τῶν χειρῶν ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἐφώτισεν ἡμᾶς πάντα ταῦτα καὶ οὐκ ἂν ἀκουστὰ ἐποίησεν ἡμῖν ταῦτα
24καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψων καὶ ηὐλόγησεν αὐτὸν κύριος καὶ ηὐξήθη τὸ παιδάριον
25καὶ ἤρξατο πνεῦμα κυρίου συμπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δαν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ