Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36

2 Cronache

22 1καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τὸν Οχοζιαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ’ αὐτοῦ ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπ’ αὐτούς οἱ Ἄραβες καὶ οἱ Αλιμαζονεῖς καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ βασιλέως Ιουδα
2ὢν εἴκοσι ἐτῶν Οχοζιας ἐβασίλευσεν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολια θυγάτηρ Αμβρι
3καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Αχααβ ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν
4καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ὡς οἶκος Αχααβ ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν
5καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον ἐπὶ Αζαηλ βασιλέα Συρίας εἰς Ραμα Γαλααδ καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ιωραμ
6καὶ ἐπέστρεψεν Ιωραμ τοῦ ἰατρευθῆναι εἰς Ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμα ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Αζαηλ βασιλέα Συρίας καὶ Οχοζιας υἱὸς Ιωραμ βασιλεὺς Ιουδα κατέβη θεάσασθαι τὸν Ιωραμ υἱὸν Αχααβ εἰς Ιεζραελ ὅτι ἠρρώστει
7καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Οχοζια ἐλθεῖν πρὸς Ιωραμ καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθεν μετ’ αὐτοῦ Ιωραμ πρὸς Ιου υἱὸν Ναμεσσι χριστὸν κυρίου τὸν οἶκον Αχααβ
8καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ιου τὸν οἶκον Αχααβ καὶ εὗρεν τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς ἀδελφοὺς Οχοζια λειτουργοῦντας τῷ Οχοζια καὶ ἀπέκτεινεν αὐτούς
9καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζιαν καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ιου καὶ ἀπέκτεινεν αὐτόν καὶ ἔθαψαν αὐτόν ὅτι εἶπαν υἱὸς Ιωσαφατ ἐστίν ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ οὐκ ἦν ἐν οἴκῳ Οχοζια κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας
10καὶ Γοθολια ἡ μήτηρ Οχοζια εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ιουδα
11καὶ ἔλαβεν Ιωσαβεθ ἡ θυγάτηρ τοῦ βασιλέως τὸν Ιωας υἱὸν Οχοζια καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμίειον τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν Ιωσαβεθ θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου γυνὴ Ιωδαε τοῦ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἀπέκτεινεν αὐτόν
12καὶ ἦν μετ’ αὐτῆς ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἓξ ἔτη καὶ Γοθολια ἐβασίλευσεν ἐπὶ τῆς γῆς