Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

26 1γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος
2γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ
3γυνὴ ἀγαθὴ μερὶς ἀγαθή ἐν μερίδι φοβουμένων κύριον δοθήσεται
4πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν
5ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην διαβολὴν πόλεως καὶ ἐκκλησίαν ὄχλου καὶ καταψευσμόν ὑπὲρ θάνατον πάντα μοχθηρά
6ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα
7βοοζύγιον σαλευόμενον γυνὴ πονηρά ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου
8ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει
9πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται
10ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται
11ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ
12ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν
13χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς
14δόσις κυρίου γυνὴ σιγηρά καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς
15χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς
16ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς
17λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ
18στῦλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς
19
20
21
22
23
24
25
26
27
28ἐπὶ δυσὶ λελύπηται ἡ καρδία μου καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν ἀνὴρ πολεμιστὴς ὑστερῶν δι’ ἔνδειαν καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν
29μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας