Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
BibbiaEDU-logo

1 Esdra

7 1τότε Σισίννης ὁ ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν
2ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ιουδαίων καὶ ἱεροστάταις
3καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων Αγγαιου καὶ Ζαχαριου τῶν προφητῶν
4καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ Ισραηλ
5καὶ μετὰ τῆς γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέως Περσῶν συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Αδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου
6καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ
7καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν κριοὺς διακοσίους ἄρνας τετρακοσίους
8χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ισραηλ δώδεκα πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ Ισραηλ δώδεκα
9καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐστολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων τοῦ κυρίου θεοῦ Ισραηλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ’ ἑκάστου πυλῶνος
10καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πασχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός ὅτι ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἅμα
11καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας οὐχ ἡγνίσθησαν ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσθησαν
12καὶ ἔθυσαν τὸ πασχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς
13καὶ ἐφάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ ἐκ τῆς αἰχμαλωσίας πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς ζητοῦντες τὸν κύριον
14καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι τοῦ κυρίου
15ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπ’ αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα κυρίου θεοῦ Ισραηλ