Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14

Zaccaria

9 1λῆμμα λόγου κυρίου ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ θυσία αὐτοῦ διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ισραηλ
2καὶ Εμαθ ἐν τοῖς ὁρίοις αὐτῆς Τύρος καὶ Σιδών διότι ἐφρόνησαν σφόδρα
3καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν
4διὰ τοῦτο κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται
5ὄψεται Ἀσκαλὼν καὶ φοβηθήσεται καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα καὶ Ακκαρων ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηθῇ
6καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ καὶ καθελῶ ὕβριν ἀλλοφύλων
7καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν καὶ ὑπολειφθήσεται καὶ οὗτος τῷ θεῷ ἡμῶν καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ιουδα καὶ Ακκαρων ὡς ὁ Ιεβουσαῖος
8καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν καὶ οὐ μὴ ἐπέλθῃ ἐπ’ αὐτοὺς οὐκέτι ἐξελαύνων διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου
9χαῖρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων αὐτός πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον
10καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Εφραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς
11καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ
12καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι
13διότι ἐνέτεινά σε Ιουδα ἐμαυτῷ τόξον ἔπλησα τὸν Εφραιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου Σιων ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ
14καὶ κύριος ἔσται ἐπ’ αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ
15κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον
16καὶ σώσει αὐτοὺς κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ
17ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ’ αὐτοῦ σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους