Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Salmi

127 1 gr. psalm 127 (heb. 128) ᾠδὴ τῶν ἀναβαθμῶν μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ
2 τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι μακάριος εἶ καὶ καλῶς σοι ἔσται
3 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου
4 ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον
5 εὐλογήσαι σε κύριος ἐκ Σιων καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου
6 καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου εἰρήνη ἐπὶ τὸν Ισραηλ

Note al testo