Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

Geremia

28 1gr. jeremiah 28 (heb. 51)
τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα
2καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς
3ἐπ’ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς
4καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς
5διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεοῦ αὐτῶν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ
6φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ
7ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη διὰ τοῦτο ἐσαλεύθησαν
8καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνεῖτε αὐτήν λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς εἴ πως ἰαθήσεται
9ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς ἐξῆρεν ἕως τῶν ἄστρων
10ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ δεῦτε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεοῦ ἡμῶν
11παρασκευάζετε τὰ τοξεύματα πληροῦτε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν
12ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα
13κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου
14ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες
15ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν
16εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ
17ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ ὅτι ψευδῆ ἐχώνευσαν οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς
18μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται
19οὐ τοιαύτη μερὶς τῷ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ κύριος ὄνομα αὐτῷ
20διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς
21καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν
22καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα
23καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου
24καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σιων κατ’ ὀφθαλμοὺς ὑμῶν λέγει κύριος
25ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον
26καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ λέγει κύριος
27ἄρατε σημεῖον ἐπὶ τῆς γῆς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη παραγγείλατε ἐπ’ αὐτὴν βασιλείαις Αραρατ παρ’ ἐμοῦ καὶ τοῖς Ασχαναζαίοις ἐπιστήσατε ἐπ’ αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ’ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος
28ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ
29ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν
30ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν καθήσονται ἐκεῖ ἐν περιοχῇ ἐθραύσθη ἡ δυναστεία αὐτῶν ἐγενήθησαν ὡσεὶ γυναῖκες ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς
31διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ
32ἀπ’ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμφθησαν καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται
33διότι τάδε λέγει κύριος οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς
34κατέφαγέν με ἐμερίσατό με κατέλαβέν με σκεῦος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατέπιέν με ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου ἐξῶσέν με
35οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα ἐρεῖ κατοικοῦσα Σιων καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἐρεῖ Ιερουσαλημ
36διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς
37καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται
38ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων
39ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι λέγει κύριος
40καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ’ ἐρίφων
41πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν
42ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς καὶ κατεκαλύφθη
43ἐγενήθησαν αἱ πόλεις αὐτῆς γῆ ἄνυδρος καὶ ἄβατος οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς οὐδὲ μὴ καταλύσῃ ἐν αὐτῇ υἱὸς ἀνθρώπου
44καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς καὶ οὐ μὴ συναχθῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη
45
46
47
48
49καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς
50ἀνασῳζόμενοι ἐκ γῆς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε τοῦ κυρίου καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν
51ᾐσχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν εἰς οἶκον κυρίου
52διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι
53ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ ὕψος ἰσχύος αὐτῆς παρ’ ἐμοῦ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν λέγει κύριος
54φωνὴ κραυγῆς ἐν Βαβυλῶνι καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων
55ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ’ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς
56ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς ἐπτόηται τὸ τόξον αὐτῶν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοῖς κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν
57καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς λέγει ὁ βασιλεύς κύριος παντοκράτωρ ὄνομα αὐτῷ
58τάδε λέγει κύριος τεῖχος Βαβυλῶνος ἐπλατύνθη κατασκαπτόμενον κατασκαφήσεται καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν
59ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τῷ προφήτῃ εἰπεῖν τῷ Σαραια υἱῷ Νηριου υἱοῦ Μαασαιου ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλῶνα ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ καὶ Σαραιας ἄρχων δώρων
60καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά ἃ ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ ἑνί πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα
61καὶ εἶπεν Ιερεμιας πρὸς Σαραιαν ὅταν ἔλθῃς εἰς Βαβυλῶνα καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους
62καὶ ἐρεῖς κύριε κύριε σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται
63καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο καὶ ἐπιδήσεις ἐπ’ αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου
64καὶ ἐρεῖς οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπ’ αὐτήν