Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14

Zaccaria

13 1ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυιδ
2καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς
3καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν οὐ ζήσῃ ὅτι ψευδῆ ἐλάλησας ἐπ’ ὀνόματι κυρίου καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν
4καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ’ ὧν ἐψεύσαντο
5καὶ ἐρεῖ οὔκ εἰμι προφήτης ἐγώ διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου
6καὶ ἐρῶ πρὸς αὐτόν τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου καὶ ἐρεῖ ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου
7ῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ’ ἄνδρα πολίτην μου λέγει κύριος παντοκράτωρ πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας
8καὶ ἔσται ἐν πάσῃ τῇ γῇ λέγει κύριος τὰ δύο μέρη ἐξολεθρευθήσεται καὶ ἐκλείψει τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ
9καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς ὡς πυροῦται τὸ ἀργύριον καὶ δοκιμῶ αὐτούς ὡς δοκιμάζεται τὸ χρυσίον αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ λαός μου οὗτός ἐστιν καὶ αὐτὸς ἐρεῖ κύριος ὁ θεός μου