Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 4 Maccabei - 5

4 Maccabei

5 1προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος Ἀντίοχος ἐπί τινος ὑψηλοῦ τόπου καὶ τῶν στρατευμάτων αὐτῷ παρεστηκότων κυκλόθεν ἐνόπλων
2παρεκέλευεν τοῖς δορυφόροις ἕνα ἕκαστον Εβραῖον ἐπισπᾶσθαι καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι
3εἰ δέ τινες μὴ θέλοιεν μιαροφαγῆσαι τούτους τροχισθέντας ἀναιρεθῆναι
4πολλῶν δὲ συναρπασθέντων εἷς πρῶτος ἐκ τῆς ἀγέλης ὀνόματι Ελεαζαρος τὸ γένος ἱερεύς τὴν ἐπιστήμην νομικὸς καὶ τὴν ἡλικίαν προήκων καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος παρήχθη πλησίον αὐτοῦ
5καὶ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος ἔφη
6ἐγὼ πρὶν ἄρξασθαι τῶν κατὰ σοῦ βασάνων ὦ πρεσβῦτα συμβουλεύσαιμ’ ἄν σοι ταῦτα ὅπως ἀπογευσάμενος τῶν ὑείων σῴζοιο
7αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν ἣν μετὰ τοσοῦτον ἔχων χρόνον οὔ μοι δοκεῖς φιλοσοφεῖν τῇ Ιουδαίων χρώμενος θρησκείᾳ
8διὰ τί γὰρ τῆς φύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζῴου σαρκοφαγίαν βδελύττῃ
9καὶ γὰρ ἀνόητον τοῦτο τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων καὶ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας
10σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσειν δοκεῖς εἰ κενοδοξῶν περὶ τὸ ἀληθὲς ἔτι κἀμοῦ καταφρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ
11οὐκ ἐξυπνώσεις ἀπὸ τῆς φλυάρου φιλοσοφίας ὑμῶν καὶ ἀποσκεδάσεις τῶν λογισμῶν σου τὸν λῆρον καὶ ἄξιον τῆς ἡλικίας ἀναλαβὼν νοῦν φιλοσοφήσεις τὴν τοῦ συμφέροντος ἀλήθειαν
12καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτιρήσεις τὸ σεαυτοῦ γῆρας
13καὶ γὰρ ἐνθυμήθητι ὡς εἰ καί τίς ἐστιν τῆσδε τῆς θρησκείας ὑμῶν ἐποπτικὴ δύναμις συγγνωμονήσειεν ἄν σοι ἐπὶ πάσῃ δι’ ἀνάγκην παρανομίᾳ γινομένῃ
14τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου λόγον ᾔτησεν ὁ Ελεαζαρος
15καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν ἤρξατο δημηγορεῖν οὕτως
16ἡμεῖς Ἀντίοχε θείῳ πεπεισμένοι νόμῳ πολιτεύεσθαι οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας
17διὸ δὴ κατ’ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν
18καίτοι εἰ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν ὡς ὑπολαμβάνεις θεῖος ἄλλως δὲ ἐνομίζομεν αὐτὸν εἶναι θεῖον οὐδὲ οὕτως ἐξὸν ἦν ἡμῖν τὴν ἐπὶ τῇ εὐσεβείᾳ δόξαν ἀκυρῶσαι
19μὴ μικρὰν οὖν εἶναι νομίσῃς ταύτην εἰ μιαροφαγήσαιμεν ἁμαρτίαν
20τὸ γὰρ ἐπὶ μικροῖς καὶ μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν
21δι’ ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανεῖται
22χλευάζεις δὲ ἡμῶν τὴν φιλοσοφίαν ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων
23σωφροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν καὶ ἀνδρείαν ἐξασκεῖ ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν
24καὶ δικαιοσύνην παιδεύει ὥστε διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν ἐκδιδάσκει ὥστε μόνον τὸν ὄντα θεὸν σέβειν μεγαλοπρεπῶς
25διὸ οὐ μιαροφαγοῦμεν πιστεύοντες γὰρ θεοῦ καθεστάναι τὸν νόμον οἴδαμεν ὅτι κατὰ φύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν ὁ τοῦ κόσμου κτίστης
26τὰ μὲν οἰκειωθησόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν τὰ δὲ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοφαγεῖν
27τυραννικὸν δὲ οὐ μόνον ἀναγκάζειν ἡμᾶς παρανομεῖν ἀλλὰ καὶ ἐσθίειν ὅπως τῇ ἐχθίστῃ ἡμῶν μιαροφαγίᾳ ταύτῃ ἐπεγγελάσῃς
28ἀλλ’ οὐ γελάσεις κατ’ ἐμοῦ τοῦτον τὸν γέλωτα
29οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω
30οὐδ’ ἂν ἐκκόψειάς μου τὰ ὄμματα καὶ τὰ σπλάγχνα μου τήξειας
31οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν
32πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον
33οὐχ οὕτως οἰκτίρομαι τὸ ἐμαυτοῦ γῆρας ὥστε δι’ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον
34οὐ ψεύσομαί σε παιδευτὰ νόμε οὐδὲ ἐξομοῦμαί σε φίλη ἐγκράτεια
35οὐδὲ καταισχυνῶ σε φιλόσοφε λόγε οὐδὲ ἐξαρνήσομαί σε ἱερωσύνη τιμία καὶ νομοθεσίας ἐπιστήμη
36οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρως στόμα οὐδὲ νομίμου βίου ἡλικίαν
37ἁγνόν με οἱ πατέρες εἰσδέξονται μὴ φοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας
38ἀσεβῶν μὲν γὰρ τυραννήσεις τῶν δὲ ἐμῶν ὑπὲρ τῆς εὐσεβείας λογισμῶν οὔτε λόγοις δεσπόσεις οὔτε δι’ ἔργων