Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3

Tito

3 Ὑπομίμνῃσκε αὐτοὺς ⸀ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
3,1 ἀρχαῖς WH Treg NIV ] + καὶ RP
2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.
3 ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ,
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ⸀ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ ⸂τὸ αὐτοῦ ἔλεος⸃ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
3,5 ἃ WH Treg NIV ] ὧν RP • τὸ αὐτοῦ ἔλεος WH Treg NIV ] τὸν αὐτοῦ ἔλεον RP
6 οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι ⸀γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
3,7 γενηθῶμεν WH Treg NIV ] γενώμεθα RP
Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ⸀ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·
3,8 ἐστιν WH Treg NIV ] + τὰ RP
μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ⸀ἔρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
3,9 ἔρεις Treg NIV RP ] ἔριν WH
10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
12 Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
ζηνᾶν τὸν νομικὸν καὶ ⸀Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
3,13 Ἀπολλῶν WH NIV ] Ἀπολλὼ Treg RP
14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων ⸀ὑμῶν.
3,15 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP

Note nel testo

3,1 ἀρχαῖς WH Treg NIV ] + καὶ RP
3,5 ἃ WH Treg NIV ] ὧν RP • τὸ αὐτοῦ ἔλεος WH Treg NIV ] τὸν αὐτοῦ ἔλεον RP
3,7 γενηθῶμεν WH Treg NIV ] γενώμεθα RP
3,8 ἐστιν WH Treg NIV ] + τὰ RP
3,9 ἔρεις Treg NIV RP ] ἔριν WH
3,13 Ἀπολλῶν WH NIV ] Ἀπολλὼ Treg RP
3,15 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP