Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Matteo

8 ⸂Καταβάντος δὲ αὐτοῦ⸃ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
8,1 Καταβάντος δὲ αὐτοῦ WH Treg NIV ] Καταβάντι δὲ αὐτῷ RP
καὶ ἰδοὺ λεπρὸς ⸀προσελθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
8,2 προσελθὼν WH Treg NIV ] ἐλθὼν RP
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο ⸀αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
8,3 αὐτοῦ WH Treg NIV ] + ὁ Ἰησοῦς RP
4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
⸂Εἰσελθόντος δὲ αὐτοῦ⸃ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
8,5 Εἰσελθόντος δὲ αὐτοῦ WH Treg NIV ] Εἰσελθόντι δὲ αὐτῷ RP
6 καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
⸀καὶ λέγει ⸀αὐτῷ· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8,7 καὶ Treg NIV RP ] - WH • αὐτῷ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
⸂καὶ ἀποκριθεὶς⸃ ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου·
8,8 καὶ ἀποκριθεὶς NIV RP ] ἀποκριθεὶς δὲ WH Treg
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ⸀ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ.
8,9 ἐξουσίαν Treg NIV RP ] + τασσόμενος WH
ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, ⸂παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ⸃ εὗρον.
8,10 παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ WH Treg NIV ] οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν RP
11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, ⸀ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ ⸀παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.
8,13 ὡς WH NIV ] καὶ ὡς Treg RP • παῖς WH Treg ] + αὐτοῦ NIV RP
14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.
16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν·
17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.
Ἰδὼν δὲ ὁ Ἰησοῦς ⸂πολλοὺς ὄχλους⸃ περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
8,18 πολλοὺς ὄχλους Treg RP ] ὄχλον WH NIV
19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
ἕτερος δὲ τῶν ⸀μαθητῶν εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
8,21 μαθητῶν WH Treg ] + αὐτοῦ NIV RP
ὁ δὲ Ἰησοῦς ⸀λέγει αὐτῷ· Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
8,22 λέγει WH Treg NIV ] εἶπεν RP
Καὶ ἐμβάντι αὐτῷ ⸀εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
8,23 εἰς WH Treg ] + τὸ NIV RP
24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν.
καὶ ⸀προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· Κύριε, ⸀σῶσον, ἀπολλύμεθα.
8,25 προσελθόντες WH Treg NIV ] + οἱ μαθηταὶ RP • σῶσον WH Treg NA ] + ἡμᾶς NIV RP
26 καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ⸂αὐτῷ ὑπακούουσιν⸃;
8,27 αὐτῷ ὑπακούουσιν WH Treg NIV ] ὑπακούουσιν αὐτῷ RP
Καὶ ⸂ἐλθόντος αὐτοῦ⸃ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν ⸀Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
8,28 ἐλθόντος αὐτοῦ WH Treg NIV ] ἐλθόντι αὐτῷ RP • Γαδαρηνῶν WH Treg NIV ] Γεργεσηνῶν RP
καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ ⸀σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
8,29 σοί WH Treg NIV ] + Ἰησοῦ RP
30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ⸂ἀπόστειλον ἡμᾶς⸃ εἰς τὴν ἀγέλην τῶν χοίρων.
8,31 ἀπόστειλον ἡμᾶς WH Treg NIV ] ἐπίτρεψον ἡμῖν ἀπελθεῖν RP
καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς ⸂τοὺς χοίρους⸃· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ⸀ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
8,32 τοὺς χοίρους WH Treg NIV ] τὴν ἀγέλην τῶν χοίρων RP • ἀγέλη WH Treg NIV ] + τῶν χοίρων RP
33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ⸀ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
8,34 ὑπάντησιν WH Treg NIV ] συνάντησιν RP

Note nel testo

8,1 Καταβάντος δὲ αὐτοῦ WH Treg NIV ] Καταβάντι δὲ αὐτῷ RP
8,2 προσελθὼν WH Treg NIV ] ἐλθὼν RP
8,3 αὐτοῦ WH Treg NIV ] + ὁ Ἰησοῦς RP
8,5 Εἰσελθόντος δὲ αὐτοῦ WH Treg NIV ] Εἰσελθόντι δὲ αὐτῷ RP
8,7 καὶ Treg NIV RP ] - WH • αὐτῷ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
8,8 καὶ ἀποκριθεὶς NIV RP ] ἀποκριθεὶς δὲ WH Treg
8,9 ἐξουσίαν Treg NIV RP ] + τασσόμενος WH
8,10 παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ WH Treg NIV ] οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν RP
8,13 ὡς WH NIV ] καὶ ὡς Treg RP • παῖς WH Treg ] + αὐτοῦ NIV RP
8,18 πολλοὺς ὄχλους Treg RP ] ὄχλον WH NIV
8,21 μαθητῶν WH Treg ] + αὐτοῦ NIV RP
8,22 λέγει WH Treg NIV ] εἶπεν RP
8,23 εἰς WH Treg ] + τὸ NIV RP
8,25 προσελθόντες WH Treg NIV ] + οἱ μαθηταὶ RP • σῶσον WH Treg NA ] + ἡμᾶς NIV RP
8,27 αὐτῷ ὑπακούουσιν WH Treg NIV ] ὑπακούουσιν αὐτῷ RP
8,28 ἐλθόντος αὐτοῦ WH Treg NIV ] ἐλθόντι αὐτῷ RP • Γαδαρηνῶν WH Treg NIV ] Γεργεσηνῶν RP
8,29 σοί WH Treg NIV ] + Ἰησοῦ RP
8,31 ἀπόστειλον ἡμᾶς WH Treg NIV ] ἐπίτρεψον ἡμῖν ἀπελθεῖν RP
8,32 τοὺς χοίρους WH Treg NIV ] τὴν ἀγέλην τῶν χοίρων RP • ἀγέλη WH Treg NIV ] + τῶν χοίρων RP
8,34 ὑπάντησιν WH Treg NIV ] συνάντησιν RP