Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Matteo

3 1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
⸀καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3,2 καὶ Treg NIV RP ] - WH
οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ⸀διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
3,3 διὰ WH Treg NIV ] ὑπὸ RP
αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ⸂ἦν αὐτοῦ⸃ ἀκρίδες καὶ μέλι ἄγριον.
3,4 ἦν αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἦν RP
5 τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ⸀ποταμῷ ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
3,6 ποταμῷ WH Treg NIV ] - RP
Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ⸀αὐτοῦ εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
3,7 αὐτοῦ Treg NIV RP ] - WH
8 ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας
9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
ἤδη ⸀δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
3,10 δὲ WH Treg NIV ] + καὶ RP
Ἐγὼ μὲν ⸂ὑμᾶς βαπτίζω⸃ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ⸂καὶ πυρί⸃·
3,11 ὑμᾶς βαπτίζω WH Treg NIV ] βαπτίζω ὑμᾶς RP • καὶ πυρί WH Treg NIV ] - RP
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ⸀ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
3,12 ἀποθήκην WH NIV RP ] + αὐτοῦ Treg
13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ.
ὁ δὲ ⸀Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
3,14 Ἰωάννης Treg NIV RP ] - WH
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸂πρὸς αὐτόν⸃· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.
3,15 πρὸς αὐτόν Treg NIV RP ] αὐτῷ WH
⸂βαπτισθεὶς δὲ⸃ ὁ Ἰησοῦς ⸂εὐθὺς ἀνέβη⸃ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ⸀ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν ⸀πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ ⸀περιστερὰν ἐρχόμενον ἐπ’ αὐτόν·
3,16 βαπτισθεὶς δὲ WH Treg NIV ] Καὶ βαπτισθεὶς RP • εὐθὺς ἀνέβη WH Treg NIV ] ἀνέβη εὐθὺς RP • ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA • πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NIV RP •  περιστερὰν WH ] + καὶ Treg NIV RP
17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Note nel testo

3,2 καὶ Treg NIV RP ] - WH
3,3 διὰ WH Treg NIV ] ὑπὸ RP
3,4 ἦν αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἦν RP
3,6 ποταμῷ WH Treg NIV ] - RP
3,7 αὐτοῦ Treg NIV RP ] - WH
3,10 δὲ WH Treg NIV ] + καὶ RP
3,11 ὑμᾶς βαπτίζω WH Treg NIV ] βαπτίζω ὑμᾶς RP • καὶ πυρί WH Treg NIV ] - RP
3,12 ἀποθήκην WH NIV RP ] + αὐτοῦ Treg
3,14 Ἰωάννης Treg NIV RP ] - WH
3,15 πρὸς αὐτόν Treg NIV RP ] αὐτῷ WH
3,16 βαπτισθεὶς δὲ WH Treg NIV ] Καὶ βαπτισθεὶς RP • εὐθὺς ἀνέβη WH Treg NIV ] ἀνέβη εὐθὺς RP • ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA • πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NIV RP •  περιστερὰν WH ] + καὶ Treg NIV RP