Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Matteo

28 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν ⸀Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
28,1 Μαριὰμ NIV ] Μαρία WH Treg RP
καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ ⸀καὶ προσελθὼν ἀπεκύλισε τὸν ⸀λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
28,2 καὶ WH Treg NIV ] - RP • λίθον WH Treg NIV ] + ἀπὸ τῆς θύρας RP
ἦν δὲ ἡ εἰδέα αὐτοῦ ⸀ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
28,3 ὡς WH Treg NIV ] ὡσεὶ RP
ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ⸀ὡς νεκροί.
28,4 ὡς WH Treg NIV ] ὡσεὶ RP
5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·
οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ⸀ἔκειτο·
28,6 ἔκειτο WH NIV ] + ὁ κύριος Treg RP
7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν.
καὶ ⸀ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
28,8 ἀπελθοῦσαι WH Treg NIV ] ἐξελθοῦσαι RP
⸀καὶ ⸀ἰδοὺ Ἰησοῦς ⸀ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
28,9 καὶ WH Treg NIV] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP • ἰδοὺ WH NIV RP ] + ὁ Treg • ὑπήντησεν WH Treg NIV ] ἀπήντησεν RP
10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
13 λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων·
καὶ ἐὰν ἀκουσθῇ τοῦτο ⸀ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν ⸀αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
28,14 ἐπὶ WH NIV RP ] ὑπὸ Treg • αὐτὸν Treg NIV RP ] - WH
οἱ δὲ λαβόντες ⸀τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον ⸀ἡμέρας.
28,15 τὰ Treg NIV RP ] - WH • ἡμέρας WH Treg NIV ] - RP
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς,
καὶ ἰδόντες αὐτὸν ⸀προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
28,17 προσεκύνησαν WH Treg NIV ] + αὐτῷ RP
καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ⸀τῆς γῆς·
28,18 τῆς WH Treg NA ] - NIV RP
πορευθέντες ⸀οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, ⸀βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
28,19 οὖν WH Treg NIV ] - RP • βαπτίζοντες WH NIV RP ] βαπτίσαντες Treg
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ ⸀αἰῶνος.
28,20 αἰῶνος WH Treg NIV ] + Ἀμήν RP

Note nel testo

28,1 Μαριὰμ NIV ] Μαρία WH Treg RP
28,2 καὶ WH Treg NIV ] - RP • λίθον WH Treg NIV ] + ἀπὸ τῆς θύρας RP
28,3 ὡς WH Treg NIV ] ὡσεὶ RP
28,4 ὡς WH Treg NIV ] ὡσεὶ RP
28,6 ἔκειτο WH NIV ] + ὁ κύριος Treg RP
28,8 ἀπελθοῦσαι WH Treg NIV ] ἐξελθοῦσαι RP
28,9 καὶ WH Treg NIV] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP • ἰδοὺ WH NIV RP ] + ὁ Treg • ὑπήντησεν WH Treg NIV ] ἀπήντησεν RP
28,14 ἐπὶ WH NIV RP ] ὑπὸ Treg • αὐτὸν Treg NIV RP ] - WH
28,15 τὰ Treg NIV RP ] - WH • ἡμέρας WH Treg NIV ] - RP
28,17 προσεκύνησαν WH Treg NIV ] + αὐτῷ RP
28,18 τῆς WH Treg NA ] - NIV RP
28,19 οὖν WH Treg NIV ] - RP • βαπτίζοντες WH NIV RP ] βαπτίσαντες Treg
28,20 αἰῶνος WH Treg NIV ] + Ἀμήν RP