Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Matteo

24 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸂ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο⸃, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ·
24,1 ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NIV ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP
ὁ δὲ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ⸂ταῦτα πάντα⸃; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
24,2 ἀποκριθεὶς WH Treg NIV ] Ἰησοῦς RP • ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας ⸀καὶ συντελείας τοῦ αἰῶνος.
24,3 καὶ WH Treg NIV ] + τῆς RP
4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν.
μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ ⸀γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος.
24,6 γὰρ WH Treg NIV ] + πάντα RP
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται ⸀λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
24,7 λιμοὶ WH Treg NIV ] + καὶ λοιμοὶ RP
8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
9 Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ⸀ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω,
24,15 ἑστὸς WH Treg NIV ] ἑστὼς RP
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸀ἐπὶ τὰ ὄρη,
24,16 ἐπὶ RP ] εἰς WH Treg NIV
ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
24,17 καταβάτω WH Treg NIV ] καταβαινέτω RP
καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιον⸃ αὐτοῦ.
24,18 τὸ ἱμάτιον WH Treg NIV ] τὰ ἱμάτια RP
19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ·
21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται.
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε·
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε ⸀πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς·
24,24 πλανῆσαι NIV RP ] πλανᾶσθαι WH Treg
25 ἰδοὺ προείρηκα ὑμῖν.
26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ⸀ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
24,27 ἔσται WH Treg NIV ] + καὶ RP
⸀ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
24,28 ὅπου WH Treg NIV ] + γὰρ RP
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν ⸀τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
24,30 τῷ RP ] - WH Treg NIV
καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ⸀σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως ⸀τῶν ἄκρων αὐτῶν.
24,31 σάλπιγγος WH NIV ] + φωνῆς Treg RP • τῶν WH Treg NIV ] - RP
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸂πάντα ταῦτα⸃, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
24,33 πάντα ταῦτα WH NIV ] ταῦτα πάντα Treg RP
ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
24,34 ὅτι WH Treg NIV ] - RP
ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
24,35 παρελεύσεται WH Treg NIV ] παρελεύσονται RP
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν ⸂οὐδὲ ὁ υἱός⸃, εἰ μὴ ὁ ⸀πατὴρ μόνος.
24,36 οὐδὲ ὁ υἱός WH NIV ] - Treg RP • πατὴρ WH Treg NIV ] + μου RP
ὥσπερ ⸀γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ⸀ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
24,37 γὰρ WH Treg NIV ] δὲ RP • ἔσται WH Treg NIV ] + καὶ RP
⸀ὡς γὰρ ἦσαν ἐν ταῖς ⸀ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸀γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
24,38 ὡς WH Treg NIV ] Ὥσπερ RP • ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA • γαμίζοντες WH NIV ] ἐκγαμίζοντες Treg RP
καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ⸀καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
24,39 καὶ RP NA ] - WH Treg NIV
τότε ⸂δύο ἔσονται⸃ ἐν τῷ ἀγρῷ, ⸀εἷς παραλαμβάνεται καὶ ⸁εἷς ἀφίεται·
24,40 δύο ἔσονται Treg NIV RP ] ἔσονται δύο WH • ⸀εἷς WH Treg NIV ] ὁ εἷς RP • ⸁εἷς WH Treg NIV ] ὁ εἷς RP
δύο ἀλήθουσαι ἐν τῷ ⸀μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
24,41 μύλῳ WH Treg NIV ] μύλωνι RP
γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ⸀ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.
24,42 ἡμέρᾳ WH Treg NIV ] ὥρᾳ RP
43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ⸂οὐ δοκεῖτε ὥρᾳ⸃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
24,44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NIV ] ὥρᾳ οὐ δοκεῖτε RP
Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ ⸀κύριος ἐπὶ τῆς ⸀οἰκετείας αὐτοῦ τοῦ ⸀δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
24,45 κύριος WH Treg NIV ] + αὐτοῦ RP • οἰκετείας WH Treg NIV ] θεραπείας RP • δοῦναι WH Treg NIV ] διδόναι RP
μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸂οὕτως ποιοῦντα⸃·
24,46 οὕτως ποιοῦντα WH Treg NIV ] ποιοῦντα οὕτως RP
47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ⸂μου ὁ κύριος⸃,
24,48 μου ὁ κύριος WH Treg NIV ] ὁ κύριός μου ἐλθεῖν RP
καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ⸂αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ⸃ μετὰ τῶν μεθυόντων,
24,49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NIV ] ἐσθίειν δὲ καὶ πίνειν RP
50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Note nel testo

24,1 ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NIV ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP
24,2 ἀποκριθεὶς WH Treg NIV ] Ἰησοῦς RP • ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
24,3 καὶ WH Treg NIV ] + τῆς RP
24,6 γὰρ WH Treg NIV ] + πάντα RP
24,7 λιμοὶ WH Treg NIV ] + καὶ λοιμοὶ RP
24,15 ἑστὸς WH Treg NIV ] ἑστὼς RP
24,16 ἐπὶ RP ] εἰς WH Treg NIV
24,17 καταβάτω WH Treg NIV ] καταβαινέτω RP
24,18 τὸ ἱμάτιον WH Treg NIV ] τὰ ἱμάτια RP
24,24 πλανῆσαι NIV RP ] πλανᾶσθαι WH Treg
24,27 ἔσται WH Treg NIV ] + καὶ RP
24,28 ὅπου WH Treg NIV ] + γὰρ RP
24,30 τῷ RP ] - WH Treg NIV
24,31 σάλπιγγος WH NIV ] + φωνῆς Treg RP • τῶν WH Treg NIV ] - RP
24,33 πάντα ταῦτα WH NIV ] ταῦτα πάντα Treg RP
24,34 ὅτι WH Treg NIV ] - RP
24,35 παρελεύσεται WH Treg NIV ] παρελεύσονται RP
24,36 οὐδὲ ὁ υἱός WH NIV ] - Treg RP • πατὴρ WH Treg NIV ] + μου RP
24,37 γὰρ WH Treg NIV ] δὲ RP • ἔσται WH Treg NIV ] + καὶ RP
24,38 ὡς WH Treg NIV ] Ὥσπερ RP • ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA • γαμίζοντες WH NIV ] ἐκγαμίζοντες Treg RP
24,39 καὶ RP NA ] - WH Treg NIV
24,40 δύο ἔσονται Treg NIV RP ] ἔσονται δύο WH • ⸀εἷς WH Treg NIV ] ὁ εἷς RP • ⸁εἷς WH Treg NIV ] ὁ εἷς RP
24,41 μύλῳ WH Treg NIV ] μύλωνι RP
24,42 ἡμέρᾳ WH Treg NIV ] ὥρᾳ RP
24,44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NIV ] ὥρᾳ οὐ δοκεῖτε RP
24,45 κύριος WH Treg NIV ] + αὐτοῦ RP • οἰκετείας WH Treg NIV ] θεραπείας RP • δοῦναι WH Treg NIV ] διδόναι RP
24,46 οὕτως ποιοῦντα WH Treg NIV ] ποιοῦντα οὕτως RP
24,48 μου ὁ κύριος WH Treg NIV ] ὁ κύριός μου ἐλθεῖν RP
24,49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NIV ] ἐσθίειν δὲ καὶ πίνειν RP