Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16

Marco

11 1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς ⸀οὔπω ἀνθρώπων ⸀ἐκάθισεν· ⸂λύσατε αὐτὸν καὶ φέρετε⸃.
11,εὐθὺς WH Treg NIV ] εὐθέως RP • οὔπω WH Treg NIV ] - RP • ἐκάθισεν WH NIV ] κεκάθικεν Treg RP • λύσατε αὐτὸν καὶ φέρετε WH Treg NIV ] λύσαντες αὐτὸν ἀγάγετε RP
καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς αὐτὸν ἀποστέλλει ⸀πάλιν ὧδε.
11,ὅτι RP ] - WH Treg NIV • εὐθὺς WH Treg NIV ] εὐθέως RP • πάλιν WH Treg NIV ] - RP
⸂καὶ ἀπῆλθον⸃ καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
11,καὶ ἀπῆλθον WH Treg NIV ] Ἀπῆλθον δὲ RP • πρὸς WH Treg NIV ] + τὴν RP
5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον;
οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
11,εἶπεν WH Treg NIV ] ἐνετείλατο RP
καὶ ⸀φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ ⸀αὐτόν.
11,φέρουσιν WH Treg NIV ] ἤγαγον RP • ἐπιβάλλουσιν WH Treg NIV ] ἐπέβαλον RP • αὐτόν WH Treg NIV ] αὐτῷ RP
καὶ πολλοὶ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν⸃.
11,καὶ πολλοὶ WH Treg NIV ] Πολλοὶ δὲ RP • κόψαντες ἐκ τῶν ἀγρῶν WH Treg NIV ] ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
11,ἔκραζον WH Treg NIV ] + λέγοντες RP
Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11,βασιλεία WH Treg NIV ] + ἐν ὀνόματι κυρίου RP
Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
11,Ἱεροσόλυμα WH Treg NIV ] + ὁ Ἰησοῦς καὶ RP • ὀψὲ WH ] ὀψίας Treg NIV RP
12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
καὶ ἰδὼν συκῆν ⸀ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει⸃ ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν⸃ σύκων.
11,ἀπὸ WH Treg NIV ] - RP • τι εὑρήσει WH Treg NIV ] εὑρήσει τι RP • ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NIV ] οὐ γὰρ ἦν καιρὸς RP
καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ⸃ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
11,ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP • εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NIV ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP
Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
11,εἰσελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP • τοὺς WH Treg NIV ] - RP
16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,
καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν⸃ ⸀αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
11,καὶ ἔλεγεν WH Treg NIV ] λέγων RP • αὐτοῖς Treg NIV RP ] - WH • πεποιήκατε WH Treg NIV ] ἐποιήσατε RP
καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς⸃, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ⸃ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
11,ἀρχιερεῖς καὶ οἱ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP • πᾶς γὰρ WH Treg NIV ] ὅτι πᾶς RP
Καὶ ⸀ὅταν ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
11,ὅταν WH Treg NIV ] ὅτε RP • ἐξεπορεύοντο WH Treg NIV ] ἐξεπορεύετο RP
Καὶ ⸂παραπορευόμενοι πρωῒ⸃ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
11,παραπορευόμενοι πρωῒ WH Treg NIV ] πρωῒ παραπορευόμενοι RP
21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ·
⸀ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ ὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ⸃.
11,ἀμὴν WH NIV ] + γὰρ Treg RP • πιστεύῃ WH NIV ] πιστεύσῃ Treg RP • ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NIV ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP
διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ⸂προσεύχεσθε καὶ αἰτεῖσθε⸃, πιστεύετε ὅτι ⸀ἐλάβετε, καὶ ἔσται ὑμῖν.
11,προσεύχεσθε καὶ αἰτεῖσθε WH Treg NIV ] ἄν προσευχόμενοιαἰτῆσθε RP • ἐλάβετε WH Treg NIV ] λαμβάνετε RP
καὶ ὅταν ⸀στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ⸀ὑμῶν.
11,στήκετε WH Treg NIV ] στήκητε RP • ὑμῶν WH Treg NIV ] + 26 Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν RP
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
καὶ ⸀ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀ἢ τίς σοι ⸂ἔδωκεν τὴν ἐξουσίαν ταύτην⸃ ἵνα ταῦτα ποιῇς;
11,ἔλεγον WH Treg NIV ] λέγουσιν RP • ἢ WH NIV ] καὶ Treg RP • ἔδωκεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην ἔδωκεν RP
ὁ δὲ ⸀Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω ⸀ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
11,Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP • ὑμᾶς WH Treg NIV ] + καὶ ἐγὼ RP
τὸ βάπτισμα ⸀τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
11,τὸ WH Treg NIV ] - RP
καὶ ⸀διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν;⸃ ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί ⸀οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
11,διελογίζοντο WH Treg NIV ] ἐλογίζοντο RP • Τί εἴπωμεν; Holmes ] - WH Treg NIV RP • οὖν WH NIV RP ] - Treg
ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ⸀ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ⸂ὄντως ὅτι⸃ προφήτης ἦν.
11,ὄχλον WH NIV ] λαόν Treg RP • ὄντως ὅτι WH Treg NIV ] ὅτι ὄντως RP
καὶ ἀποκριθέντες ⸂τῷ Ἰησοῦ λέγουσιν⸃· Οὐκ οἴδαμεν. καὶ ὁ ⸀Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
11,τῷ Ἰησοῦ λέγουσιν WH Treg NIV ] λέγουσιν τῷ Ἰησοῦ RP • Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP

Note nel testo