Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21

Giovanni

16 1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.
2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.
3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶν μνημονεύητε ⸁αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην.
16,4 ⸀αὐτῶν WH Treg NA ] - NIV RP • ⸁αὐτῶν WH Treg RP NA ] - NIV
5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις;
6 ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ⸃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
16,7 γὰρ WH Treg NIV ] + ἐγὼ RP • οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NIV RP
8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·
16,10 πατέρα WH Treg NIV ] + μου RP
11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν⸃, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι·
16,12 ὑμῖν λέγειν WH Treg NIV ] λέγειν ὑμῖν RP
ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ⸃, οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ⸀ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
16,13 ἐν τῇ ἀληθείᾳ πάσῃ NIV] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP • ἀκούσει Treg NIV ] ἀκούει WH; ἂν ἀκούσῃ RP
14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν.
15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
Μικρὸν καὶ ⸀οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με.
16,16 οὐκέτι WH Treg NIV ] οὐ RP • με WH Treg NIV ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP
εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτι ὑπάγω πρὸς τὸν πατέρα;
16,17 Ὅτι WH Treg NIV ] + Ἐγὼ RP
ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο⸃ ὃ ⸀λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.
16,18 Τί ἐστιν τοῦτο WH Treg NIV ] Τοῦτο τί ἐστιν RP • λέγει WH Treg ] + τὸ NIV RP
⸀ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
16,19 ἔγνω WH Treg ] + ὁ NIV; + οὖν ὁ RP
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
16,20 ὑμεῖς WH Treg NIV ] + δὲ RP
21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην⸃ ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρει ἀφ’ ὑμῶν.
16,22 νῦν μὲν λύπην WH Treg NIV ] λύπην μὲν νῦν RP • αἴρει NIV RP ] ἀρεῖ WH Treg
καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι⸃ αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου⸃.
16,23 ἄν τι WH Treg NIV ] ὅτι ὅσα ἄν RP • δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NIV RP
24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶ ὑμῖν.
16,25 ἔρχεται WH Treg NIV ] ἀλλ᾽ ἔρχεται RP • ἀπαγγελῶ WH Treg NIV ] ἀναγγελῶ RP
26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·
αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ ἐξῆλθον.
16,27 θεοῦ NIV RP ] πατρὸς WH Treg
ἐξῆλθον ⸀ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
16,28 ἐκ WH Treg ] παρὰ NIV RP
⸀Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
16,29 Λέγουσιν WH Treg NIV ] + αὐτῷ RP • ἐν WH Treg NIV ] - RP
30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.
ἀπεκρίθη ⸀αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε;
16,31 αὐτοῖς WH Treg NIV ] + ὁ RP
ἰδοὺ ἔρχεται ὥρα ⸀καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.
16,32 καὶ WH Treg NIV ] νῦν RP
33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

Note nel testo

16,4 ⸀αὐτῶν WH Treg NA ] - NIV RP • ⸁αὐτῶν WH Treg RP NA ] - NIV
16,7 γὰρ WH Treg NIV ] + ἐγὼ RP • οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NIV RP
16,10 πατέρα WH Treg NIV ] + μου RP
16,12 ὑμῖν λέγειν WH Treg NIV ] λέγειν ὑμῖν RP
16,13 ἐν τῇ ἀληθείᾳ πάσῃ NIV] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP • ἀκούσει Treg NIV ] ἀκούει WH; ἂν ἀκούσῃ RP
16,16 οὐκέτι WH Treg NIV ] οὐ RP • με WH Treg NIV ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP
16,17 Ὅτι WH Treg NIV ] + Ἐγὼ RP
16,18 Τί ἐστιν τοῦτο WH Treg NIV ] Τοῦτο τί ἐστιν RP • λέγει WH Treg ] + τὸ NIV RP
16,19 ἔγνω WH Treg ] + ὁ NIV; + οὖν ὁ RP
16,20 ὑμεῖς WH Treg NIV ] + δὲ RP
16,22 νῦν μὲν λύπην WH Treg NIV ] λύπην μὲν νῦν RP • αἴρει NIV RP ] ἀρεῖ WH Treg
16,23 ἄν τι WH Treg NIV ] ὅτι ὅσα ἄν RP • δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NIV RP
16,25 ἔρχεται WH Treg NIV ] ἀλλ᾽ ἔρχεται RP • ἀπαγγελῶ WH Treg NIV ] ἀναγγελῶ RP
16,27 θεοῦ NIV RP ] πατρὸς WH Treg
16,28 ἐκ WH Treg ] παρὰ NIV RP
16,29 Λέγουσιν WH Treg NIV ] + αὐτῷ RP • ἐν WH Treg NIV ] - RP
16,31 αὐτοῖς WH Treg NIV ] + ὁ RP
16,32 καὶ WH Treg NIV ] νῦν RP