Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21

Giovanni

15 1 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν·
πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα ⸂καρπὸν πλείονα⸃ φέρῃ.
15,2 καρπὸν πλείονα WH Treg NIV ] πλείονα καρπὸν RP
3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·
μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ ⸀μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ ⸀μένητε.
15,4 μένῃ WH NIV ] μείνῃ Treg RP • μένητε WH Treg NIV ] μείνητε RP
5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
ἐὰν μή τις ⸀μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται.
15,6 μένῃ WH Treg NIV ] μείνῃ RP
ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε ⸀αἰτήσασθε καὶ γενήσεται ὑμῖν·
15,7 αἰτήσασθε WH Treg NIV ] αἰτήσεσθε RP
ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ ⸀γένησθε ἐμοὶ μαθηταί.
15,8 γένησθε WH Treg NIV ] γενήσεσθε RP
καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ⸂ὑμᾶς ἠγάπησα⸃, μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
15,9 ὑμᾶς ἠγάπησα WH Treg NIV ] ἠγάπησα ὑμᾶς RP
ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου⸃ τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
15,10 τὰς ἐντολὰς τοῦ πατρός μου Treg NIV RP ] τοῦ πατρὸς τὰς ἐντολὰς WH
ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ⸀ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
15,11 ᾖ WH Treg NIV ] μείνῃ RP
12 Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς·
13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ⸀ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
15,14 ἃ Treg NIV ] ὃ WH; ὅσα RP
οὐκέτι ⸂λέγω ὑμᾶς⸃ δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.
15,15 λέγω ὑμᾶς WH Treg NIV ] ὑμᾶς λέγω RP
16 οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν.
17 ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους.
Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ⸀ὑμῶν μεμίσηκεν.
15,18 ὑμῶν WH Treg RP NA ] - NIV
19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ⸂εἰς ὑμᾶς⸃ διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με.
15,21 εἰς ὑμᾶς WH Treg NIV ] ὑμῖν RP
εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν.
15,22 εἴχοσαν WH Treg NIV ] εἶχον RP
23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.
εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ⸀ἐποίησεν, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου.
15,24 ἐποίησεν WH Treg NIV ] πεποίηκεν RP • εἴχοσαν WH Treg NIV ] εἴχον RP
ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ⸂ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος⸃ ὅτι Ἐμίσησάν με δωρεάν.
15,25 ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος WH Treg NIV ] γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν RP
⸀Ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·
15,26 Ὅταν WH NIV ] + δὲ Treg RP
27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.

Note nel testo

15,2 καρπὸν πλείονα WH Treg NIV ] πλείονα καρπὸν RP
15,4 μένῃ WH NIV ] μείνῃ Treg RP • μένητε WH Treg NIV ] μείνητε RP
15,6 μένῃ WH Treg NIV ] μείνῃ RP
15,7 αἰτήσασθε WH Treg NIV ] αἰτήσεσθε RP
15,8 γένησθε WH Treg NIV ] γενήσεσθε RP
15,9 ὑμᾶς ἠγάπησα WH Treg NIV ] ἠγάπησα ὑμᾶς RP
15,10 τὰς ἐντολὰς τοῦ πατρός μου Treg NIV RP ] τοῦ πατρὸς τὰς ἐντολὰς WH
15,11 ᾖ WH Treg NIV ] μείνῃ RP
15,14 ἃ Treg NIV ] ὃ WH; ὅσα RP
15,15 λέγω ὑμᾶς WH Treg NIV ] ὑμᾶς λέγω RP
15,18 ὑμῶν WH Treg RP NA ] - NIV
15,21 εἰς ὑμᾶς WH Treg NIV ] ὑμῖν RP
15,22 εἴχοσαν WH Treg NIV ] εἶχον RP
15,24 ἐποίησεν WH Treg NIV ] πεποίηκεν RP • εἴχοσαν WH Treg NIV ] εἴχον RP
15,25 ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος WH Treg NIV ] γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν RP
15,26 Ὅταν WH NIV ] + δὲ Treg RP