Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13

Ebrei

9 Εἶχε μὲν ⸀οὖν ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.
9,1 οὖν Holmes WHmarg ] + καὶ WH Treg NIV RP
2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια·
μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ⸂Ἅγια Ἁγίων⸃,
9,3 Ἅγια Ἁγίων WH NIV RP ] τὰ ἅγια τῶν ἁγίων Treg
4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης,
5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.
6 Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,
7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
8 τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν,
ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ⸀ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
9,9 ἣν WH Treg NIV ] ὃν RP
μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, ⸀δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
9,10 δικαιώματα WH NIV ] καὶ δικαιώματα Treg; καὶ δικαιώμασιν RP
Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν ⸀γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεως,
9,11 γενομένων WH NIV ] μελλόντων Treg RP
12 οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
εἰ γὰρ τὸ αἷμα ⸂τράγων καὶ ταύρων⸃ καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
9,13 τράγων καὶ ταύρων WH Treg NIV ] ταύρων καὶ τράγων RP
πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ⸀ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
9,14 ἡμῶν WH NIV ] ὑμῶν Treg RP
15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
16 ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·
διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ ⸀μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.
9,17 μήποτε Treg NIV RP ] μὴ τότε WH
18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·
λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ ⸀τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν ⸀μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν,
9,19 τὸν WH Treg NIV ] - RP • μόσχων NIV ] + καὶ τῶν τράγων WH Treg NA; καὶ τράγων RP
20 λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός·
21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν.
22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.
οὐ γὰρ εἰς χειροποίητα ⸂εἰσῆλθεν ἅγια⸃ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
9,24 εἰσῆλθεν ἅγια WH Treg NIV ] ἅγια εἰσῆλθεν ὁ RP
25 οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ,
ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· ⸀νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ⸀ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
9,26 νυνὶ WH Treg NIV ] νῦν RP • ἁμαρτίας NIV RP ] τῆς ἁμαρτίας WH Treg NA
27 καὶ καθ’ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
28 οὕτως καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.

Note nel testo

9,1 οὖν Holmes WHmarg ] + καὶ WH Treg NIV RP
9,3 Ἅγια Ἁγίων WH NIV RP ] τὰ ἅγια τῶν ἁγίων Treg
9,9 ἣν WH Treg NIV ] ὃν RP
9,10 δικαιώματα WH NIV ] καὶ δικαιώματα Treg; καὶ δικαιώμασιν RP
9,11 γενομένων WH NIV ] μελλόντων Treg RP
9,13 τράγων καὶ ταύρων WH Treg NIV ] ταύρων καὶ τράγων RP
9,14 ἡμῶν WH NIV ] ὑμῶν Treg RP
9,17 μήποτε Treg NIV RP ] μὴ τότε WH
9,19 τὸν WH Treg NIV ] - RP • μόσχων NIV ] + καὶ τῶν τράγων WH Treg NA; καὶ τράγων RP
9,24 εἰσῆλθεν ἅγια WH Treg NIV ] ἅγια εἰσῆλθεν ὁ RP
9,26 νυνὶ WH Treg NIV ] νῦν RP • ἁμαρτίας NIV RP ] τῆς ἁμαρτίας WH Treg NA