Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13

Ebrei

11 1 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·
2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων ⸂τὸ βλεπόμενον⸃ γεγονέναι.
11,3 τὸ βλεπόμενον WH Treg NIV ] τά βλεπόμενα RP
Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ ⸂τοῦ θεοῦ⸃, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι ⸀λαλεῖ.
11,4 τοῦ θεοῦ WH NIV RP ] τῷ θεῷ Treg • λαλεῖ WH Treg NIV ] λαλεῖται RP
Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς ⸀μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ,
11,5 μεταθέσεως WH Treg NIV ] + αὐτοῦ RP
6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
7 πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
⸀Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς ⸀τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
11,8 Πίστει WH NIV RP ] + ὁ Treg • τόπον WH Treg NIV ] τὸν τόπον RP
9 πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.
πίστει καὶ ⸂αὐτῇ Σάρρᾳ⸃ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ⸀ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον·
11,11 αὐτῇ Σάρρᾳ Holmes WHmarg ] αὐτὴ Σάρρα WH Treg RP; αὐτὴ Σάρρα στεῖρα NIV • ἡλικίας WH Treg NIV ] + ἔτεκεν RP
12 διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ ⸀λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
11,13 λαβόντες NIV RP ] κομισάμενοι WH Treg
14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
καὶ εἰ μὲν ἐκείνης ⸀μνημονεύουσιν ἀφ’ ἧς ⸀ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
11,15 μνημονεύουσιν Treg ] ἐμνημόνευον WH NIV RP • ἐξέβησαν WH Treg NIV ] ἐξῆλθον RP
16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
18 πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,
19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
Πίστει ⸀καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
11,20 καὶ WH Treg NIV ] - RP
21 πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
22 πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
24 πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
27 πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
28 πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς ⸀γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
11,29 γῆς WH Treg NIV ] - RP
πίστει τὰ τείχη Ἰεριχὼ ⸀ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
11,30 ἔπεσαν WH Treg NIV ] ἔπεσεν RP
31 πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.
Καὶ τί ἔτι λέγω; ἐπιλείψει ⸂με γὰρ⸃ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, ⸀Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
11,32 με γὰρ WH Treg NIV ] γὰρ με RP • Σαμψών WH Treg NIV ] τε καὶ Σαμψών καὶ RP
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα ⸀μαχαίρης, ⸀ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
11,34 μαχαίρης WH Treg NIV ] μαχαίρας RP • ἐδυναμώθησαν WH Treg NIV ] ἐνεδυναμώθησαν RP
35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
ἐλιθάσθησαν, ⸀ἐπρίσθησαν, ἐν φόνῳ ⸀μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
11,37 ἐπρίσθησαν Treg NIV ] ἐπειράσθησαν ἐπρίσθησαν WH; ἐπρίσθησαν ἐπειράσθησαν RP • μαχαίρης WH Treg NIV ] μαχαίρας RP
ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ⸀ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς·
11,38 ἐπὶ WH Treg NIV ] ἐν RP
⸀καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
11,39 καὶ Holmes ] + οὗτοι WH Treg NIV RP
40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

Note nel testo

11,3 τὸ βλεπόμενον WH Treg NIV ] τά βλεπόμενα RP
11,4 τοῦ θεοῦ WH NIV RP ] τῷ θεῷ Treg • λαλεῖ WH Treg NIV ] λαλεῖται RP
11,5 μεταθέσεως WH Treg NIV ] + αὐτοῦ RP
11,8 Πίστει WH NIV RP ] + ὁ Treg • τόπον WH Treg NIV ] τὸν τόπον RP
11,11 αὐτῇ Σάρρᾳ Holmes WHmarg ] αὐτὴ Σάρρα WH Treg RP; αὐτὴ Σάρρα στεῖρα NIV • ἡλικίας WH Treg NIV ] + ἔτεκεν RP
11,13 λαβόντες NIV RP ] κομισάμενοι WH Treg
11,15 μνημονεύουσιν Treg ] ἐμνημόνευον WH NIV RP • ἐξέβησαν WH Treg NIV ] ἐξῆλθον RP
11,20 καὶ WH Treg NIV ] - RP
11,29 γῆς WH Treg NIV ] - RP
11,30 ἔπεσαν WH Treg NIV ] ἔπεσεν RP
11,32 με γὰρ WH Treg NIV ] γὰρ με RP • Σαμψών WH Treg NIV ] τε καὶ Σαμψών καὶ RP
11,34 μαχαίρης WH Treg NIV ] μαχαίρας RP • ἐδυναμώθησαν WH Treg NIV ] ἐνεδυναμώθησαν RP
11,37 ἐπρίσθησαν Treg NIV ] ἐπειράσθησαν ἐπρίσθησαν WH; ἐπρίσθησαν ἐπειράσθησαν RP • μαχαίρης WH Treg NIV ] μαχαίρας RP
11,38 ἐπὶ WH Treg NIV ] ἐν RP
11,39 καὶ Holmes ] + οὗτοι WH Treg NIV RP