Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4

Colossesi

4 οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν ⸀οὐρανῷ.
4,1 οὐρανῷ WH Treg NIV ] οὐρανοῖς RP
2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,
3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι,
4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
7 Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα ⸀γνῶτε τὰ περὶ ⸀ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
4,8 γνῶτε WH Treg NIV ] γνῷ RP • ἡμῶν WH Treg NIV ] ὑμῶν RP
9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν),
11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος ⸀Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα ⸀σταθῆτε τέλειοι καὶ ⸀πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.
4,12 Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NIV • σταθῆτε WH Treg NIV ] στῆτε RP • πεπληροφορημένοι WH Treg NIV ] πεπληρωμένοι RP
μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ⸂πολὺν πόνον⸃ ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
4,13 πολὺν πόνον WH Treg NIV ] ζῆλον πολὺν RP
14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.
ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ ⸂Νύμφαν καὶ τὴν κατ’ οἶκον αὐτῆς⸃ ἐκκλησίαν.
4,15 Νύμφαν καὶ … οἶκον αὐτῆς WH NIV ] Νυμφᾶν καὶ … οἶκον αὐτῶν Treg; Νυμφᾶν καὶ … οἶκον αὐτοῦ RP
καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ ⸀Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
4,16 Λαοδικέων WH Treg NIV ] Λαοδικαίων RP
17 καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ’ ⸀ὑμῶν.
4,18 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP

Note nel testo

4,1 οὐρανῷ WH Treg NIV ] οὐρανοῖς RP
4,8 γνῶτε WH Treg NIV ] γνῷ RP • ἡμῶν WH Treg NIV ] ὑμῶν RP
4,12 Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NIV • σταθῆτε WH Treg NIV ] στῆτε RP • πεπληροφορημένοι WH Treg NIV ] πεπληρωμένοι RP
4,13 πολὺν πόνον WH Treg NIV ] ζῆλον πολὺν RP
4,15 Νύμφαν καὶ … οἶκον αὐτῆς WH NIV ] Νυμφᾶν καὶ … οἶκον αὐτῶν Treg; Νυμφᾶν καὶ … οἶκον αὐτοῦ RP
4,16 Λαοδικέων WH Treg NIV ] Λαοδικαίων RP
4,18 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP