Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Atti degli Apostoli

4 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ⸀ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
4,1 ἱερεῖς Treg NIV RP ] ἀρχιερεῖς WH
διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν ⸂τὴν ἐκ⸃ νεκρῶν,
4,2 τὴν ἐκ WH Treg NIV ] τῶν RP
3 καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη.
πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ⸀ὁ ἀριθμὸς τῶν ἀνδρῶν ⸀ὡς χιλιάδες πέντε.
4,4 ὁ Treg NIV RP ] - WH • ὡς WH Treg NIV ] ὡσεὶ RP
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ ⸀τοὺς πρεσβυτέρους καὶ ⸁τοὺς γραμματεῖς ⸀ἐν Ἰερουσαλήμ
4,5 ⸀τοὺς WH Treg NIV ] - RP • ⸁τοὺς WH Treg NIV ] - RP • ἐν WH Treg NIV ] εἰς RP
(καὶ ⸂Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ),
4,6 Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος WH Treg NIV ] Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον RP
καὶ στήσαντες αὐτοὺς ἐν ⸀τῷ μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
4,7 τῷ WH Treg NIV ] - RP
τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ ⸀πρεσβύτεροι,
4,8 πρεσβύτεροι WH Treg NIV ] + τοῦ Ἰσραήλ RP
9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος ⸀σέσωσται,
10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ’ ὑμῶν τῶν ⸀οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
4,11 οἰκοδόμων WH Treg NIV ] οἰκοδομούντων RP
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, ⸀οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ⸂ὑπὸ τὸν οὐρανὸν⸃ τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
4,12 οὐδὲ WH Treg NIV ] οὔτε RP • ὑπὸ τὸν οὐρανὸν WH Treg NIV ] - RP
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
τόν ⸀τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
4,14 τε WH Treg NIV ] δὲ RP
15 κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους
λέγοντες· Τί ⸀ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι’ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸀ἀρνεῖσθαι·
4,16 ποιήσωμεν WH Treg NIV ] ποιήσομεν RP • ἀρνεῖσθαι WH Treg NIV ] ἀρνήσασθαι RP
ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ⸀ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
4,17 ἀπειλησώμεθα WH Treg NIV ] ἀπειλῇ ἀπειλησόμεθα RP
καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν ⸀τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
4,18 τὸ Treg NIV ] - WH; αὐτοῖς τὸ RP
ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες ⸂εἶπον πρὸς αὐτούς⸃· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε,
4,19 εἶπον πρὸς αὐτούς WH Treg NIV ] πρὸς αὐτούς εἶπον RP
20 οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.
οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸀κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι·
4,21 κολάσωνται WH Treg NIV ] κολάσονται RP
ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ’ ὃν ⸀γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
4,22 γεγόνει WH Treg NIV ] ἐγεγόνει RP
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, ⸀σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
4,24 σὺ WH Treg NIV ] + ὁ θεὸς RP
ὁ ⸂τοῦ πατρὸς ἡμῶν⸃ διὰ ⸂πνεύματος ἁγίου⸃ στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
4,25 τοῦ πατρὸς ἡμῶν WH Treg NIV ] - RP • πνεύματος ἁγίου WH Treg NIV ] - RP
26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ⸂ἐν τῇ πόλει ταύτῃ⸃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
4,27 ἐν τῇ πόλει ταύτῃ WH Treg NIV ] - RP
ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ ⸀βουλὴ προώρισεν γενέσθαι.
4,28 βουλὴ WH ] + σου Treg NIV RP
29 καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
ἐν τῷ τὴν χεῖρά ⸀σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
4,30 σου NIV RP ] - WH Treg
καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες ⸂τοῦ ἁγίου πνεύματος⸃, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
4,31 τοῦ ἁγίου πνεύματος WH Treg NIV ] πνεύματος ἁγίου RP
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ⸀καρδία καὶ ⸀ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ⸀αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ⸀πάντα κοινά.
4,32 καρδία WH Treg NIV ] ἡ καρδία RP • ψυχὴ WH Treg NIV ] ἡ ψυχὴ RP • αὐτῷ WH Treg NIV ] αὐτῶν RP • πάντα WH ] ἅπαντα Treg NIV RP
καὶ ⸂δυνάμει μεγάλῃ⸃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι ⸂τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ⸃, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
4,33 δυνάμει μεγάλῃ WH Treg NIV ] μεγάλῃ δυνάμει RP • τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ Treg NIV RP ] τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως WH
οὐδὲ γὰρ ἐνδεής τις ⸀ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
4,34 ἦν WH Treg NIV ] ὑπῇρχεν RP
35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
⸀Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
4,36 Ἰωσὴφ WH Treg NIV ] Ἰωσῆς RP
ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν ⸀παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
4,37 παρὰ WH Treg RP ] πρὸς NIV

Note nel testo

4,1 ἱερεῖς Treg NIV RP ] ἀρχιερεῖς WH
4,2 τὴν ἐκ WH Treg NIV ] τῶν RP
4,4 ὁ Treg NIV RP ] - WH • ὡς WH Treg NIV ] ὡσεὶ RP
4,5 ⸀τοὺς WH Treg NIV ] - RP • ⸁τοὺς WH Treg NIV ] - RP • ἐν WH Treg NIV ] εἰς RP
4,6 Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος WH Treg NIV ] Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον RP
4,7 τῷ WH Treg NIV ] - RP
4,8 πρεσβύτεροι WH Treg NIV ] + τοῦ Ἰσραήλ RP
4,11 οἰκοδόμων WH Treg NIV ] οἰκοδομούντων RP
4,12 οὐδὲ WH Treg NIV ] οὔτε RP • ὑπὸ τὸν οὐρανὸν WH Treg NIV ] - RP
4,14 τε WH Treg NIV ] δὲ RP
4,16 ποιήσωμεν WH Treg NIV ] ποιήσομεν RP • ἀρνεῖσθαι WH Treg NIV ] ἀρνήσασθαι RP
4,17 ἀπειλησώμεθα WH Treg NIV ] ἀπειλῇ ἀπειλησόμεθα RP
4,18 τὸ Treg NIV ] - WH; αὐτοῖς τὸ RP
4,19 εἶπον πρὸς αὐτούς WH Treg NIV ] πρὸς αὐτούς εἶπον RP
4,21 κολάσωνται WH Treg NIV ] κολάσονται RP
4,22 γεγόνει WH Treg NIV ] ἐγεγόνει RP
4,24 σὺ WH Treg NIV ] + ὁ θεὸς RP
4,25 τοῦ πατρὸς ἡμῶν WH Treg NIV ] - RP • πνεύματος ἁγίου WH Treg NIV ] - RP
4,27 ἐν τῇ πόλει ταύτῃ WH Treg NIV ] - RP
4,28 βουλὴ WH ] + σου Treg NIV RP
4,30 σου NIV RP ] - WH Treg
4,31 τοῦ ἁγίου πνεύματος WH Treg NIV ] πνεύματος ἁγίου RP
4,32 καρδία WH Treg NIV ] ἡ καρδία RP • ψυχὴ WH Treg NIV ] ἡ ψυχὴ RP • αὐτῷ WH Treg NIV ] αὐτῶν RP • πάντα WH ] ἅπαντα Treg NIV RP
4,33 δυνάμει μεγάλῃ WH Treg NIV ] μεγάλῃ δυνάμει RP • τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ Treg NIV RP ] τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως WH
4,34 ἦν WH Treg NIV ] ὑπῇρχεν RP
4,36 Ἰωσὴφ WH Treg NIV ] Ἰωσῆς RP
4,37 παρὰ WH Treg RP ] πρὸς NIV