Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Atti degli Apostoli

26 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ⸀ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ⸂ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο⸃·
26,1 ὑπὲρ WH RP ] περὶ Treg NIV • ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο WH Treg NIV ] ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα RP
Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ⸂σήμερον ἀπολογεῖσθαι⸃,
26,2 σήμερον ἀπολογεῖσθαι WH Treg NIV ] ἀπολογεῖσθαι σήμερον RP
μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ⸀ἐθῶν τε καὶ ζητημάτων· διὸ ⸀δέομαι μακροθύμως ἀκοῦσαί μου.
26,3 ἐθῶν WH Treg NIV ] ἠθῶν RP • δέομαι WH Treg NIV ] + σου RP
Τὴν μὲν οὖν βίωσίν μου ⸀τὴν ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ⸀τε Ἱεροσολύμοις ἴσασι ⸀πάντες Ἰουδαῖοι,
26,4 τὴν NIV RP ] - WH Treg • τε WH Treg NIV ] - RP • πάντες WH Treg ] + οἱ NIV RP
5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
καὶ νῦν ἐπ’ ἐλπίδι τῆς ⸀εἰς τοὺς πατέρας ⸀ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
26,6 εἰς WH Treg NIV ] πρὸς RP • ἡμῶν WH Treg NIV ] - RP
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ⸂ὑπὸ Ἰουδαίων, βασιλεῦ⸃·
26,7 ὑπὸ Ἰουδαίων βασιλεῦ WH Treg NIV ] βασιλεῦ Ἀγρίππα ὑπὸ Ἰουδαίων RP
8 τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς ⸀τε τῶν ἁγίων ἐγὼ ⸀ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
26,10 τε WH Treg NIV ] - RP • ἐν WH Treg NIV ] - RP
11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
Ἐν ⸀οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς ⸀τῆς τῶν ἀρχιερέων
26,12 οἷς WH Treg NIV ] + καὶ RP • τῆς WH Treg NIV ] + παρὰ RP
13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
πάντων ⸀τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν ⸀λέγουσαν πρός ⸀με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
26,14 τε WH Treg NIV ] δὲ RP • λέγουσαν WH Treg NIV ] λαλοῦσαν RP • με WH Treg NIV ] + καὶ λέγουσαν RP
ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; ὁ δὲ ⸀κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
26,15 κύριος WH Treg NIV ] - RP
ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ⸀με ὧν τε ὀφθήσομαί σοι,
26,16 με WH NIV ] - Treg RP
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ⸀ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ⸂ἀποστέλλω σε⸃
26,17 ἐκ WH Treg NIV ] - RP • ἀποστέλλω σε WH Treg NIV ] σε ἀποστέλλω RP
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ⸀ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
26,18 ἐπιστρέψαι WH Treg NIV ] ὑποστρέψαι RP
19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν ⸀τε καὶ Ἱεροσολύμοις, ⸀πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ⸀ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
26,20 τε WH Treg NIV ] - RP • πᾶσάν WH Treg NIV ] εἰς πᾶσάν RP • ἀπήγγελλον WH Treg NIV ] ἀπαγγέλλων RP
ἕνεκα τούτων ⸂με Ἰουδαῖοι⸃ ⸀συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
26,21 με Ἰουδαῖοι WH Treg NIV ] οἱ Ἰουδαῖοι με RP • συλλαβόμενοι WH Treg RP ] + ὄντα NIV
ἐπικουρίας οὖν τυχὼν τῆς ⸀ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
26,22 ἀπὸ WH Treg NIV ] παρὰ RP
εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ ⸀τε λαῷ καὶ τοῖς ἔθνεσιν.
26,23 τε WH Treg NIV ] - RP
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ⸀φησιν· Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
26,24 φησιν WH Treg NIV ] ἔφη RP
ὁ δὲ ⸀Παῦλος· Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26,25 Παῦλος WH Treg NIV ] - RP
ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν ⸀καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ ⸀αὐτὸν τούτων οὐ πείθομαι ⸀οὐθέν, οὐ γάρ ⸀ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
26,26 καὶ Treg NIV RP ] - WH • αὐτὸν WH ] + τι Treg NIV RP • οὐθέν WH Treg NIV ] οὐδέν RP • ἐστιν WH Treg NIV ] - RP
27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
ὁ δὲ Ἀγρίππας πρὸς τὸν ⸀Παῦλον· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ⸀ποιῆσαι.
26,28 Παῦλον WH Treg NIV ] + ἔφη RP • ποιῆσαι WH Treg NIV ] γενέσθαι RP
ὁ δὲ ⸀Παῦλος· Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν ⸀μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.
26,29 Παῦλος WH Treg NIV ] + εἶπεν RP • μεγάλῳ WH Treg NIV ] πολλῷ RP
⸀Ἀνέστη ⸀τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
26,30 Ἀνέστη WH Treg NIV ] Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη RP • τε WH Treg NIV ] - RP
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ⸂ἢ δεσμῶν ἄξιον⸃ ⸀τι πράσσει ὁ ἄνθρωπος οὗτος.
26,31 ἢ δεσμῶν ἄξιον WH Treg NIV ] ἄξιον ἢ δεσμῶν RP • τι NIV ] - WH Treg RP
32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

Note nel testo