Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Atti degli Apostoli

22 1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
2 Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν·
⸀Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
22,3 Ἐγώ WH Treg NIV ] + μέν RP
4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ’ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ⸀ἐμέ· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
22,8 ἐμέ WH Treg ] με NIV RP
οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ⸀ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
22,9 ἐθεάσαντο WH Treg NIV ] + καὶ ἔμφοβοι ἐγένοντο RP
10 εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
Ἁνανίας δέ τις ἀνὴρ ⸀εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
22,12 εὐλαβὴς WH Treg NIV ] εὐσεβὴς RP
ἐλθὼν πρὸς ⸀ἐμὲ καὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
22,13 ἐμὲ WH Treg ] με NIV RP
14 ὁ δὲ εἶπεν· Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα ⸀αὐτοῦ.
22,16 αὐτοῦ WH Treg NIV ] τοῦ κυρίου RP
17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί ⸀σου μαρτυρίαν περὶ ἐμοῦ.
22,18 σου WH Treg NIV ] + τὴν RP
19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
καὶ ὅτε ⸀ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸀καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
22,20 ἐξεχύννετο WH Treg NIV ] ἐξεχεῖτο RP • καὶ WH Treg NIV ] τῇ ἀναιρέσει αὐτοῦ RP
21 καὶ εἶπεν πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
⸀κραυγαζόντων ⸀τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
22,23 κραυγαζόντων WH Treg NIV ] Κραζόντων RP • τε WH Treg NIV ] δὲ RP
ἐκέλευσεν ⸂ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν⸃ εἰς τὴν παρεμβολήν, ⸀εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
22,24 ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν WH Treg NIV ] αὐτὸν ὁ χιλίαρχος εἰσάγεσθαι RP • εἴπας WH Treg NIV ] εἰπὼν RP
ὡς δὲ ⸀προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
22,25 προέτειναν WH Treg NIV ] προέτεινεν RP
ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν ⸂τῷ χιλιάρχῳ ἀπήγγειλεν⸃ λέγων· ⸀Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
22,26 τῷ χιλιάρχῳ ἀπήγγειλεν WH Treg NIV ] ἀπήγγειλεν τῷ χιλιάρχῳ RP • Τί WH Treg NIV ] Ὅρα τί RP
προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, ⸀σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη· Ναί.
22,27 σὺ WH Treg NIV ] εἰ σὺ RP
ἀπεκρίθη ⸀δὲ ὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι.
22,28 δὲ WH Treg NIV ] τε RP
εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ⸂αὐτὸν ἦν⸃ δεδεκώς.
22,29 αὐτὸν ἦν WH Treg NIV ] ἦν αὐτὸν RP
Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ⸀ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν ⸀αὐτόν, καὶ ἐκέλευσεν ⸀συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ ⸀πᾶν τὸ ⸀συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
22,30 ὑπὸ WH Treg NIV ] παρὰ RP • αὐτόν WH Treg NIV ] + ἀπὸ τῶν δεσμῶν RP • συνελθεῖν WH Treg NIV ] ἐλθεῖν RP • πᾶν WH Treg NIV ] ὅλον RP • συνέδριον WH Treg NIV ] + αὐτῶν RP

Note nel testo

22,3 Ἐγώ WH Treg NIV ] + μέν RP
22,8 ἐμέ WH Treg ] με NIV RP
22,9 ἐθεάσαντο WH Treg NIV ] + καὶ ἔμφοβοι ἐγένοντο RP
22,12 εὐλαβὴς WH Treg NIV ] εὐσεβὴς RP
22,13 ἐμὲ WH Treg ] με NIV RP
22,16 αὐτοῦ WH Treg NIV ] τοῦ κυρίου RP
22,18 σου WH Treg NIV ] + τὴν RP
22,20 ἐξεχύννετο WH Treg NIV ] ἐξεχεῖτο RP • καὶ WH Treg NIV ] τῇ ἀναιρέσει αὐτοῦ RP
22,23 κραυγαζόντων WH Treg NIV ] Κραζόντων RP • τε WH Treg NIV ] δὲ RP
22,24 ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν WH Treg NIV ] αὐτὸν ὁ χιλίαρχος εἰσάγεσθαι RP • εἴπας WH Treg NIV ] εἰπὼν RP
22,25 προέτειναν WH Treg NIV ] προέτεινεν RP
22,26 τῷ χιλιάρχῳ ἀπήγγειλεν WH Treg NIV ] ἀπήγγειλεν τῷ χιλιάρχῳ RP • Τί WH Treg NIV ] Ὅρα τί RP
22,27 σὺ WH Treg NIV ] εἰ σὺ RP
22,28 δὲ WH Treg NIV ] τε RP
22,29 αὐτὸν ἦν WH Treg NIV ] ἦν αὐτὸν RP
22,30 ὑπὸ WH Treg NIV ] παρὰ RP • αὐτόν WH Treg NIV ] + ἀπὸ τῶν δεσμῶν RP • συνελθεῖν WH Treg NIV ] ἐλθεῖν RP • πᾶν WH Treg NIV ] ὅλον RP • συνέδριον WH Treg NIV ] + αὐτῶν RP