Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Atti degli Apostoli

16 Κατήντησεν δὲ ⸀καὶ εἰς Δέρβην καὶ ⸀εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς ⸀γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
16,1 καὶ WH Treg NIV ] - RP • εἰς WH Treg NIV ] - RP • γυναικὸς WH Treg NIV ] + τινος RP
2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν·
τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ⸂ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ⸃ ὑπῆρχεν.
16,3 ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ WH Treg NIV ] τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην RP
ὡς δὲ διεπορεύοντο τὰς πόλεις, ⸀παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων ⸀καὶ πρεσβυτέρων τῶν ἐν ⸀Ἱεροσολύμοις.
16,4 παρεδίδοσαν WH Treg NIV ] παρεδίδουν RP • καὶ WH Treg NIV ] + τῶν RP • Ἱεροσολύμοις WH Treg NIV ] Ἱερουσαλήμ RP
5 αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν.
⸀Διῆλθον δὲ τὴν Φρυγίαν ⸀καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
16,6 Διῆλθον WH Treg NIV ] Διελθόντες RP • καὶ WH Treg NIV ] + τὴν RP
ἐλθόντες ⸀δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον ⸀εἰς τὴν Βιθυνίαν ⸀πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ·
16,7 δὲ WH Treg NIV ] - RP • εἰς WH Treg NIV ] κατὰ RP • πορευθῆναι WH Treg NIV ] πορεύεσθαι RP • Ἰησοῦ WH Treg NIV ] - RP
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
καὶ ὅραμα ⸀διὰ νυκτὸς ⸂τῷ Παύλῳ ὤφθη⸃, ἀνὴρ ⸂Μακεδών τις ἦν⸃ ἑστὼς ⸀καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
16,9 διὰ WH Treg ] + τῆς NIV RP • τῷ Παύλῳ ὤφθη WH Treg NIV ] ὤφθη τῷ Παύλῳ RP • Μακεδών τις ἦν WH Treg NIV ] τις ἦν Μακεδών RP • καὶ WH Treg NIV ] - RP
ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸς εὐαγγελίσασθαι αὐτούς.
16,10 εἰς WH Treg NIV ] + τὴν RP • θεὸς WH Treg NIV ] κύριος RP
Ἀναχθέντες ⸀οὖν ⸀ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲ ἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν⸃,
16,11 οὖν WH Treg RP ] δὲ NIV • ἀπὸ WH Treg NIV ] + τῆς RP • δὲ WH Treg NIV ] τε RP • Νέαν Πόλιν WH Treg NIV ] Νεάπολιν RP
⸀κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος⸃ Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
16,12 κἀκεῖθεν WH Treg NIV ] ἐκεῖθέν τε RP • πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA • ταύτῃ WH Treg NIV ] αὐτῇ RP
τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύλης παρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν⸃ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
16,13 πύλης WH Treg NIV ] πόλεως RP • ἐνομίζομεν προσευχὴν WH Treg NIV ] ἐνομίζετο προσευχὴ RP
καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦ Παύλου.
16,14 τοῦ NIV RP ] - WH Treg
ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε· καὶ παρεβιάσατο ἡμᾶς.
16,15 μένετε WH Treg NIV ] μείνατε RP
Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα ⸀ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη·
16,16 τὴν WH Treg NIV ] - RP • πύθωνα WH Treg NIV ] Πύθωνος RP • ὑπαντῆσαι WH Treg NIV ] ἀπαντῆσαι RP
αὕτη ⸀κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ⸀ὑμῖν ὁδὸν σωτηρίας.
16,17 κατακολουθοῦσα WH Treg NIV ] κατακολουθήσασα RP • ὑμῖν WH Treg NIV ] ἡμῖν RP
τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς ⸀δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι ⸀ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
16,18 δὲ WH Treg NIV ] + ὁ RP • ἐν WH Treg NIV ] + τῷ RP
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες,
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
22 καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,
πολλάς ⸀τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
16,23 τε Treg NIV RP ] δὲ WH
ὃς παραγγελίαν τοιαύτην ⸀λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ⸂ἠσφαλίσατο αὐτῶν⸃ εἰς τὸ ξύλον.
16,24 λαβὼν WH Treg NIV ] εἰληφώς RP • ἠσφαλίσατο αὐτῶν WH Treg NIV ] αὐτῶν ἠσφαλίσατο RP
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·
ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν ⸀δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
16,26 δὲ WH Treg NIV ] τε RP
ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος ⸀τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
16,27 τὴν WH Treg NIV ] - RP
ἐφώνησεν δὲ ⸂φωνῇ μεγάλῃ ὁ Παῦλος⸃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
16,28 φωνῇ μεγάλῃ ὁ Παῦλος RP ] φωνῇ μεγάλῃ Παῦλος Treg; μεγάλῃ φωνῇ ὁ Παῦλος NIV; Παῦλος μεγάλῃ φωνῇ WH
αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ ⸀τῷ Σιλᾷ,
16,29 τῷ NIV RP ] - WH Treg
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
οἱ δὲ εἶπαν· Πίστευσον ἐπὶ τὸν κύριον ⸀Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
16,31 Ἰησοῦν WH Treg NIV ] + χριστόν RP
καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου ⸀σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
16,32 κυρίου Treg NIV RP ] θεοῦ WH • σὺν WH Treg NIV ] καὶ RP
καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντες παραχρῆμα,
16,33 πάντες Treg NIV RP ] ἅπαντες WH
ἀναγαγών τε αὐτοὺς εἰς τὸν ⸀οἶκον παρέθηκεν τράπεζαν καὶ ⸀ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ.
16,34 οἶκον WH NIV ] + αὐτοῦ Treg RP • ἠγαλλιάσατο WH Treg NIV ] ἠγαλλίατο RP
35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους ⸀τούτους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
16,36 τούτους RP NIV ] - WH Treg
ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν.
16,37 ἡμᾶς WH Treg NIV ] - RP
⸀ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ⸃ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν,
16,38 ἀπήγγειλαν WH Treg NIV ] Ἀνήγγειλαν RP • ἐφοβήθησαν δὲ WH Treg NIV ] καὶ ἐφοβήθησαν RP
καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ⸂ἀπελθεῖν ἀπὸ⸃ τῆς πόλεως.
16,39 ἀπελθεῖν ἀπὸ WH Treg NIV ] ἐξελθεῖν RP
ἐξελθόντες δὲ ⸀ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες ⸂παρεκάλεσαν τοὺς ἀδελφοὺς⸃ καὶ ἐξῆλθαν.
16,40 ἀπὸ WH NIV ] ἐκ Treg RP • παρεκάλεσαν τοὺς ἀδελφοὺς WH Treg NIV ] τοὺς ἀδελφούς παρεκάλεσαν αὐτούς RP

Note nel testo