Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Atti degli Apostoli

13 Ἦσαν ⸀δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.
13,1 δὲ WH Treg NIV ] + τινες RP
λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν ⸀καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
13,2 καὶ WH Treg NIV ] + τὸν RP
3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
⸀Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ⸂ἁγίου πνεύματος⸃ κατῆλθον ⸀εἰς Σελεύκειαν, ἐκεῖθέν ⸀τε ἀπέπλευσαν ⸁εἰς Κύπρον,
13,4 Αὐτοὶ WH Treg NIV ] Οὗτοι RP • ἁγίου πνεύματος WH Treg NIV ] πνεύματος τοῦ ἁγίου RP • ⸀εἰς WH Treg NIV ] + τὴν RP • τε WH Treg NIV ] δὲ RP • ⸁εἰς WH Treg NIV ] + τὴν RP
5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
διελθόντες δὲ ⸀ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ⸀ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα ⸀Βαριησοῦ,
13,6 ὅλην WH Treg NIV ] - RP • ἄνδρα WH Treg NIV ] - RP • Βαριησοῦ NIV ] Βαριησοῦς WH Treg RP
7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ·
8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ⸀ἁγίου ἀτενίσας εἰς αὐτὸν
13,9 ἁγίου WH Treg NIV ] + καὶ RP
εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ⸀ὁδοὺς κυρίου τὰς εὐθείας;
13,10 ὁδοὺς Treg RP ] + τοῦ WH NIV
καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα ⸀δὲ ⸀ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
13,11 δὲ WH Treg RP ] τε NIV • ἔπεσεν WH Treg NIV ] ἐπέπεσεν RP
12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ ⸀περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
13,13 περὶ WH Treg NIV ] + τὸν RP
αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν ⸂τὴν Πισιδίαν⸃, καὶ ⸀εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
13,14 τὴν Πισιδίαν WH Treg NIV ] τῆς Πισιδίας RP • εἰσελθόντες NIV RP ] ἐλθόντες WH Treg
μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ ⸀τίς ἐστιν ⸂ἐν ὑμῖν λόγος⸃ παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
13,15 τίς WH Treg NIV ] - RP • ἐν ὑμῖν λόγος WH Treg NIV ] λόγος ἐν ὑμῖν RP
16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.
ὁ θεὸς τοῦ λαοῦ τούτου ⸀Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ ⸀Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
13,17 Ἰσραὴλ WH Treg NIV ] - RP • Αἰγύπτου WH Treg NIV ] Αἰγύπτῳ RP
18 καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
⸀καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν ⸀κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
13,19 καὶ Treg NIV RP ] - WH • κατεκληρονόμησεν WH Treg NIV ] + αὐτοῖς RP
⸂ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα⸃ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ⸀τοῦ προφήτου.
13,20 ὡς … πεντήκοντα καὶ μετὰ ταῦτα WH Treg NIV ] καὶ μετὰ ταῦτα ὡς … πεντήκοντα RP • τοῦ NIV RP ] - WH Treg
21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα·
καὶ μεταστήσας αὐτὸν ἤγειρεν ⸂τὸν Δαυὶδ αὐτοῖς⸃ εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
13,22 τὸν Δαυὶδ αὐτοῖς WH Treg NIV ] αὐτοῖς τὸν Δαυὶδ RP
τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ ⸂σωτῆρα Ἰησοῦν⸃,
13,23 σωτῆρα Ἰησοῦν WH Treg NIV ] σωτηρίαν RP
προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας ⸂παντὶ τῷ λαῷ⸃ Ἰσραήλ.
13,24 παντὶ τῷ λαῷ WH Treg NIV ] τῷ RP
ὡς δὲ ἐπλήρου ⸀Ἰωάννης τὸν δρόμον, ἔλεγεν· ⸂Τί ἐμὲ⸃ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
13,25 Ἰωάννης WH Treg NIV ] ὁ Ἰωάννης RP • Τί ἐμὲ WH Treg NIV ] Τίνα με RP
Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸀ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη.
13,26 ἡμῖν WH NIV ] ὑμῖν Treg RP • ἐξαπεστάλη WH Treg NIV ] ἀπεστάλη RP
27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν·
29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
13,31 νῦν WH Treg NIV ] - RP
32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην
ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ⸃· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
13,33 ἡμῶν WH Treg ] αὐτῶν ἡμῖν NIV RP • ψαλμῷ γέγραπται τῷ δευτέρῳ WH NIV] ψαλμῷ τῷ δευτέρῳ γέγραπται RP; πρώτῳ ψαλμῷ γέγραπται Treg
34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
⸀διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
13,35 διότι WH Treg NIV ] Διὸ RP
36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν,
37 ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.
γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ⸀ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι
13,38 ἐν WH Treg NIV] + τῷ RP
39 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
βλέπετε οὖν μὴ ⸀ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις·
13,40 ἐπέλθῃ WH Treg NIV ] + ἐφ᾽ ὑμᾶς RP
Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ⸂ἐργάζομαι ἐγὼ⸃ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
13,41 ἐργάζομαι ἐγὼ WH Treg NIV ] ἐγὼ ἐργάζομαι RP • ἔργον WH Treg NIV ] - RP
Ἐξιόντων δὲ ⸀αὐτῶν ⸀παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ⸀ταῦτα.
13,42 αὐτῶν WH Treg NA ] αὐτῶν ἐκ τῆς συναγωγῆς NIV; ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων RP • παρεκάλουν WH Treg NIV ] + τὰ ἔθνη RP • ταῦτα WH Treg NIV ] - RP
λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες ⸀αὐτοῖς ἔπειθον· αὐτοὺς ⸀προσμένειν τῇ χάριτι τοῦ θεοῦ.
13,43 αὐτοῖς WH Treg NIV ] - RP • προσμένειν WH Treg NIV ] ἐπιμένειν RP
Τῷ ⸀δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου.
13,44 δὲ WH Treg NIV ] τε RP • κυρίου Treg NIV ] θεοῦ WH RP
ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ⸀ὑπὸ Παύλου ⸀λαλουμένοις ⸀βλασφημοῦντες.
13,45 ὑπὸ WH Treg NIV ] + τοῦ RP • λαλουμένοις WH Treg NIV ] λεγομένοις RP • βλασφημοῦντες WH Treg NIV ] ἀντιλέγοντες καὶ βλασφημοῦντες RP
παρρησιασάμενοί ⸀τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη·
13,46 τε WH Treg NIV ] δὲ RP • ἐπειδὴ WH Treg NIV ] + δὲ RP
47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
ἀκούοντα δὲ τὰ ἔθνη ⸀ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ ⸀κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
13,48 ἔχαιρον WH Treg NIV ] ἔχαιρεν RP • κυρίου Treg NIV RP ] θεοῦ WH
49 διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι’ ὅλης τῆς χώρας.
οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας ⸀γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον ⸀καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
13,50 γυναῖκας WH Treg NIV ] + καὶ RP • καὶ WH Treg NIV ] + τὸν RP
οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ⸀ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,
13,51 ποδῶν WH Treg NIV ] + αὐτῶν RP
οἵ ⸀τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
13,52 τε WH Treg NIV ] δὲ RP

Note nel testo