Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Atti degli Apostoli

12 1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
2 ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ.
⸂ἰδὼν δὲ⸃ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν ⸀δὲ ἡμέραι τῶν ἀζύμων),
12,3 ἰδὼν δὲ WH Treg NIV ] Καὶ ἰδὼν RP • δὲ WH Treg ] + αἱ NIV RP
4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ⸀ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν ⸀περὶ αὐτοῦ.
12,5 ἐκτενῶς WH Treg NIV ] ἐκτενὴς RP • περὶ WH Treg NIV ] ὑπὲρ RP
Ὅτε δὲ ἤμελλεν ⸂προαγαγεῖν αὐτὸν⸃ ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
12,6 προαγαγεῖν αὐτὸν NIV ] προσαγαγεῖν αὐτὸν WH; προάγειν αὐτὸν Treg; αὐτὸν προάγειν RP
7 καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
εἶπεν ⸀δὲ ὁ ἄγγελος πρὸς αὐτόν· ⸀Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
12,8 δὲ WH Treg NIV ] τε RP • Ζῶσαι WH Treg NIV ] Περίζωσαι RP
καὶ ἐξελθὼν ⸀ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
12,9 ἠκολούθει WH Treg NIV ] + αὐτῷ RP
10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ.
καὶ ὁ Πέτρος ⸂ἐν ἑαυτῷ γενόμενος⸃ εἶπεν· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ⸀ὁ κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12,11 ἐν ἑαυτῷ γενόμενος WH Treg NIV ] γενόμενος ἐν ἑαυτῷ RP • ὁ WH NIV ] - Treg RP
Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν ⸀τῆς Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
12,12 τῆς WH Treg NIV ] - RP
κρούσαντος δὲ ⸀αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη,
12,13 αὐτοῦ WH Treg NIV ] τοῦ Πέτρου RP
14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
οἱ δὲ πρὸς αὐτὴν εἶπαν· Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· Ὁ ἄγγελός ⸂ἐστιν αὐτοῦ⸃.
12,15 ἐστιν αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἐστιν RP
16 ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν ⸀τε· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
12,17 τε WH Treg NIV ] δέ RP
18 Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας ⸀εἰς Καισάρειαν διέτριβεν.
12,19 εἰς WH Treg NIV ] + τὴν RP
Ἦν ⸀δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
12,20 δὲ WH Treg NIV ] + ὁ Ἡρῴδης RP
τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν ⸀καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·
12,21 καὶ Treg NIV RP ] - WH
ὁ δὲ δῆμος ἐπεφώνει· ⸂Θεοῦ φωνὴ⸃ καὶ οὐκ ἀνθρώπου.
12,22 Θεοῦ φωνὴ WH Treg NIV ] Φωνὴ θεοῦ RP
παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν ⸀τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
12,23 τὴν WH Treg NIV ] - RP
Ὁ δὲ λόγος τοῦ ⸀θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο.
12,24 θεοῦ Treg NIV RP ] κυρίου WH
Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν, ⸀εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, ⸀συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.
12,25 εἰς WH RP NA ] ἐξ Treg; ἀπὸ NIV • συμπαραλαβόντες WH Treg NIV ] + καὶ RP

Note nel testo

12,3 ἰδὼν δὲ WH Treg NIV ] Καὶ ἰδὼν RP • δὲ WH Treg ] + αἱ NIV RP
12,5 ἐκτενῶς WH Treg NIV ] ἐκτενὴς RP • περὶ WH Treg NIV ] ὑπὲρ RP
12,6 προαγαγεῖν αὐτὸν NIV ] προσαγαγεῖν αὐτὸν WH; προάγειν αὐτὸν Treg; αὐτὸν προάγειν RP
12,8 δὲ WH Treg NIV ] τε RP • Ζῶσαι WH Treg NIV ] Περίζωσαι RP
12,9 ἠκολούθει WH Treg NIV ] + αὐτῷ RP
12,11 ἐν ἑαυτῷ γενόμενος WH Treg NIV ] γενόμενος ἐν ἑαυτῷ RP • ὁ WH NIV ] - Treg RP
12,12 τῆς WH Treg NIV ] - RP
12,13 αὐτοῦ WH Treg NIV ] τοῦ Πέτρου RP
12,15 ἐστιν αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἐστιν RP
12,17 τε WH Treg NIV ] δέ RP
12,19 εἰς WH Treg NIV ] + τὴν RP
12,20 δὲ WH Treg NIV ] + ὁ Ἡρῴδης RP
12,21 καὶ Treg NIV RP ] - WH
12,22 Θεοῦ φωνὴ WH Treg NIV ] Φωνὴ θεοῦ RP
12,23 τὴν WH Treg NIV ] - RP
12,24 θεοῦ Treg NIV RP ] κυρίου WH
12,25 εἰς WH RP NA ] ἐξ Treg; ἀπὸ NIV • συμπαραλαβόντες WH Treg NIV ] + καὶ RP