Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22

Apocalisse

5 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ⸀ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
5,1 ὄπισθεν WH Treg NIV ] ἔξωθεν RP
καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ⸀ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
5,2 ἄξιος WH Treg NIV ] + ἐστιν RP
καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ ⸀οὐρανῷ ⸂οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ⸃ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
5,3 οὐρανῷ WH Treg NIV ] + ἄνω RP • οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NIV ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP
καὶ ⸀ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό·
5,4 ἐγὼ WH Treg RP ] - NIV
καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸀ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
5,5 ἀνοῖξαι WH Treg NIV ] ὁ ἀνοίγων RP
Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ⸀ἑστηκὸς ὡς ἐσφαγμένον, ⸀ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ⸀οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ⸀ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν.
5,6 ἑστηκὸς WH NIV RP ] ἑστηκὼς Treg • ἔχων WH Treg NIV ] ἔχον RP • οἵ WH Treg NIV ] ἃ RP • ἀπεσταλμένοι WH Treg NIV ] ἀποστελλόμενα RP
7 καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸀αἱ προσευχαὶ τῶν ἁγίων·
5,8 αἱ WH Treg NIV ] - RP
καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ ⸀θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
5,9 θεῷ WH NIV ] + ἡμᾶς Treg RP
καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸀βασιλείαν καὶ ἱερεῖς, καὶ ⸀βασιλεύουσιν ἐπὶ τῆς γῆς.
5,10 βασιλείαν WH Treg NIV ] βασιλεῖς RP • βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NIV RP
Καὶ εἶδον, καὶ ⸀ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
5,11 ἤκουσα WH Treg NIV ] + ὡς RP
λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν ⸀καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
5,12 καὶ WH Treg NIV ] + τὸν RP
καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς ⸀θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς ⸀πάντα, ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων.
5,13 θαλάσσης Treg NIV ] +ἐστίν WH RP • πάντα WH Treg NIV ] πάντας RP • τῷ θρόνῳ NIV ] τοῦ θρόνου WH Treg RP • αἰώνων WH Treg NIV ] + Ἀμήν RP
καὶ τὰ τέσσαρα ζῷα ⸀ἔλεγον· Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
5,14 ἔλεγον WH Treg NIV ] λέγοντα τὸ RP

Note nel testo

5,1 ὄπισθεν WH Treg NIV ] ἔξωθεν RP
5,2 ἄξιος WH Treg NIV ] + ἐστιν RP
5,3 οὐρανῷ WH Treg NIV ] + ἄνω RP • οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NIV ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP
5,4 ἐγὼ WH Treg RP ] - NIV
5,5 ἀνοῖξαι WH Treg NIV ] ὁ ἀνοίγων RP
5,6 ἑστηκὸς WH NIV RP ] ἑστηκὼς Treg • ἔχων WH Treg NIV ] ἔχον RP • οἵ WH Treg NIV ] ἃ RP • ἀπεσταλμένοι WH Treg NIV ] ἀποστελλόμενα RP
5,8 αἱ WH Treg NIV ] - RP
5,9 θεῷ WH NIV ] + ἡμᾶς Treg RP
5,10 βασιλείαν WH Treg NIV ] βασιλεῖς RP • βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NIV RP
5,11 ἤκουσα WH Treg NIV ] + ὡς RP
5,12 καὶ WH Treg NIV ] + τὸν RP
5,13 θαλάσσης Treg NIV ] +ἐστίν WH RP • πάντα WH Treg NIV ] πάντας RP • τῷ θρόνῳ NIV ] τοῦ θρόνου WH Treg RP • αἰώνων WH Treg NIV ] + Ἀμήν RP
5,14 ἔλεγον WH Treg NIV ] λέγοντα τὸ RP