Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5

1 Pietro

3 ⸀Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ⸀καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται
3,1 Ὁμοίως WH Treg] + αἱ NIV RP • καὶ Treg NIV RP] - WH
2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,
ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ⸂πραέως καὶ ἡσυχίου⸃ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.
3,4 πραέως καὶ ἡσυχίου Treg NIV RP] ἡσυχίου καὶ πραέως WH
οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸀εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
3,5 εἰς WH Treg NIV] ἐπὶ RP
ὡς Σάρρα ⸀ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
3,6 ὑπήκουσεν Treg NIV RP] ὑπήκουεν WH
Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸀συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
3,7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP
Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸀ταπεινόφρονες,
3,8 ταπεινόφρονες WH Treg NIV] φιλόφρονες RP
μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ ⸀εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.
3,9 εὐλογοῦντες WH Treg NIV] + εἰδότες RP
ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν ⸀γλῶσσαν ἀπὸ κακοῦ καὶ ⸀χείλη τοῦ μὴ λαλῆσαι δόλον,
3,10 γλῶσσαν WH Treg NIV] + αὐτοῦ RP • χείλη WH Treg NIV] + αὐτοῦ RP
ἐκκλινάτω ⸀δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
3,11 δὲ WH Treg NIV] - RP
12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ⸀ζηλωταὶ γένησθε;
3,13 ζηλωταὶ WH Treg NIV] μιμηταὶ RP
14 ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
κύριον δὲ τὸν ⸀Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ⸀ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,
3,15 Χριστὸν WH Treg NIV] θεὸν RP • ἕτοιμοι WH Treg NIV] + δὲ RP
⸀ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ⸀καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
3,16 ἀλλὰ WH Treg NIV] - RP • καταλαλεῖσθε WH NIV] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP
17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ⸀ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ⸀ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι·
3,18 ἔπαθεν RP NA] ἀπέθανεν WH Treg NIV • ὑμᾶς WH NIV RP] ἡμᾶς Treg
19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,
ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ⸀ὀλίγοι, τοῦτ’ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι’ ὕδατος.
3,20 ὀλίγοι WH Treg NIV] ὀλίγαι RP
ὃ ⸂καὶ ὑμᾶς ἀντίτυπον νῦν⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
3,21 καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NIV] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP
ὅς ἐστιν ἐν ⸀δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
3,22 δεξιᾷ WH Treg] + τοῦ NIV RP

Note nel testo

3,1 Ὁμοίως WH Treg] + αἱ NIV RP • καὶ Treg NIV RP] - WH
3,4 πραέως καὶ ἡσυχίου Treg NIV RP] ἡσυχίου καὶ πραέως WH
3,5 εἰς WH Treg NIV] ἐπὶ RP
3,6 ὑπήκουσεν Treg NIV RP] ὑπήκουεν WH
3,7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP
3,8 ταπεινόφρονες WH Treg NIV] φιλόφρονες RP
3,9 εὐλογοῦντες WH Treg NIV] + εἰδότες RP
3,10 γλῶσσαν WH Treg NIV] + αὐτοῦ RP • χείλη WH Treg NIV] + αὐτοῦ RP
3,11 δὲ WH Treg NIV] - RP
3,13 ζηλωταὶ WH Treg NIV] μιμηταὶ RP
3,15 Χριστὸν WH Treg NIV] θεὸν RP • ἕτοιμοι WH Treg NIV] + δὲ RP
3,16 ἀλλὰ WH Treg NIV] - RP • καταλαλεῖσθε WH NIV] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP
3,18 ἔπαθεν RP NA] ἀπέθανεν WH Treg NIV • ὑμᾶς WH NIV RP] ἡμᾶς Treg
3,20 ὀλίγοι WH Treg NIV] ὀλίγαι RP
3,21 καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NIV] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP
3,22 δεξιᾷ WH Treg] + τοῦ NIV RP