Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16

1 Corinzi

9 Οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος⸃; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;
9,1 ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος WH Treg NIV ] ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος RP • Ἰησοῦν WH Treg NIV ] + Χριστὸν RP
εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς μου τῆς⸃ ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.

9,2 μου τῆς WH Treg NIV ] τῆς μου RP
Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη.
9,3 ἐστιν αὕτη WH Treg NIV ] αὕτη ἐστιν RP
μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν;
9,4 πεῖν WH NIV ] πιεῖν Treg RP
5μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;
ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι;
9,6 μὴ WH Treg NIV] τοῦ μὴ RP
τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; ἢ τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν⸃ αὐτοῦ οὐκ ἐσθίει; τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;

9,7 τὸν καρπὸν WH Treg NIV ] ἐκ τοῦ καρποῦ RP • τίς Holmes Tregmarg] ἢ τίς WH Treg NIV RP
Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ καὶ ὁ νόμος ταῦτα οὐ⸃ λέγει;
9,8 καὶ … ταῦτα οὐ WH Treg NIV ] οὐχὶ καὶ … ταῦτα RP
ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ,
9,9 κημώσεις Treg NIV ] φιμώσεις WH RP
ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ’ ἐλπίδι⸃ ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν⸃.
9,10 ὀφείλει ἐπ’ ἐλπίδι WH Treg NIV ] ἐπ’ ἐλπίδι ὀφείλει RP • ἐπ’ ἐλπίδι τοῦ μετέχειν WH Treg NIV ] τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι RP
11εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας⸃ μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν⸃ δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
9,12 ὑμῶν ἐξουσίας WH Treg NIV ] ἐξουσίας ὑμῶν RP • τινα ἐγκοπὴν WH Treg NIV ] ἐγκοπὴν τινα RP
οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται;
9,13 τὰ WH Treg NIV ] - RP • παρεδρεύοντες WH Treg NIV ] προσεδρεύοντες RP
14οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.
Ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ⸃ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου οὐδεὶς κενώσει⸃.
9,15 οὐ κέχρημαι οὐδενὶ WH Treg NIV ] οὐδενὶ ἐχρησάμην RP • οὐδεὶς κενώσει WH Treg NIV ] ἵνα τις κενώσῃ RP
ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι.
9,16 γάρ WH Treg NIV ] δέ RP • εὐαγγελίσωμαι WH Treg NIV ] εὐαγγελίζωμαι RP
17εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
τίς οὖν μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
9,18 μού WH Treg NIV ] μοί RP • εὐαγγέλιον WH Treg NIV ] + τοῦ Χριστοῦ RP
19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·
καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον⸃, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·
9,20 μὴ ὢν αὐτὸς ὑπὸ νόμον WH Treg NIV ] - RP
τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεοῦ ἀλλ’ ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους·
9,21 θεοῦ WH Treg NIV ] θεῷ RP • Χριστοῦ WH Treg NIV ] Χριστῷ RP • κερδάνω WH Treg NIV ] κερδήσω RP • τοὺς WH Treg NIV ] - RP
ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.
9,22 ἀσθενέσιν WH Treg NIV ] + ὡς RP • γέγονα WH Treg NIV ] + τὰ RP
πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
9,23 πάντα WH Treg NIV ] Τοῦτο RP
24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε.
25πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
26ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων·
27ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένομαι

Note al testo